previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[300]

Πάλιν οὖν ἄλλου κακοῦ προσβολῇ μετῄει τὸ θεῖον αὐτοῦ τὴν ἀπάτην: φθειρῶν γὰρ τοῖς Αἰγυπτίοις ἐξήνθησεν ἄπειρόν τι πλῆθος ἔνδοθεν ἀναδιδομένων, ὑφ᾽ ὧν κακοὶ κακῶς ἀπώλλυντο μήτε λουτροῖς μήτε χρίσεσι φαρμάκων διαφθεῖραι τὸ γένος αὐτῶν δυνάμενοι. [301] καὶ πρὸς τοῦτο τὸ δεινὸν τῶν Αἰγυπτίων βασιλεὺς ταραχθεὶς καὶ δείσας ὁμοῦ τὸν ὄλεθρον τοῦ λαοῦ καὶ τὴν αἰσχύνην δὲ τῆς ἀπωλείας λογισάμενος ἐξ ἡμίσους ὑπὸ φαυλότητος ἠναγκάζετο σωφρονεῖν: [302] τοῖς μὲν γὰρ Ἑβραίοις αὐτοῖς ἐδίδου τὴν ἄφοδον, καὶ πρὸς τοῦτο λωφήσαντος τέκνα καὶ γυναῖκας ὅμηρα τῆς ὑποστροφῆς αὐτῶν καταλιπεῖν αὐτοὺς ἠξίου. προσεξαγριαίνει δὴ τὸν θεὸν νομίσας ἀπατήσειν αὐτοῦ τὴν πρόνοιαν, ὥσπερ Μωυσέος ἀλλ᾽ οὐκ ἐκείνου τιμωροῦντος τὴν Αἴγυπτον ὑπὲρ τῶν Ἑβραίων: [303] θηρίων γὰρ παντοίων καὶ πολυτρόπων, ὧν εἰς ὄψιν οὐδεὶς ἀπηντήκει πρότερον, τὴν χώραν αὐτῶν ἐγέμισεν, ὑφ᾽ ὧν αὐτοί τε ἀπώλλυντο καὶ γῆ τῆς ἐπιμελείας τῆς παρὰ τῶν γεωργῶν ἀπεστερεῖτο, εἰ δέ τι καὶ διέφυγε τὴν ὑπ᾽ ἐκείνοις ἀπώλειαν, νόσῳ τοῦτο καὶ τῶν ἀνθρώπων ὑπομενόντων ἐδαπανᾶτο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: