previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[105]

Καὶ Ῥουβῆλος μὲν τούτοις ἐπειρᾶτο πείθειν τὸν Ἰώσηπον περὶ αὐτῶν τὰ ἀμείνω φρονῆσαι, δὲ τὸν Ἰάκωβον ζῶντα μαθὼν καὶ τὸν ἀδελφὸν οὐκ ἀπολωλότα τότε μὲν εἰς τὴν εἱρκτὴν αὐτοὺς ὡς ἐπὶ σχολῆς βασανίσων ἐνέβαλε, τῇ δὲ τρίτῃ τῶν ἡμερῶν προαγαγὼν αὐτούς, [106]ἐπεί, φησί, διισχυρίζεσθε μήτ᾽ ἐπὶ κακουργίᾳ τῶν βασιλέως ἥκειν πραγμάτων εἶναί τε ἀδελφοὶ καὶ πατρὸς οὗ λέγετε, πείσαιτ᾽ ἄν με ταῦθ᾽ οὕτως ἔχειν, εἰ καταλίποιτε μὲν ἐξ αὑτῶν ἕνα παρ᾽ ἐμοὶ μηδὲν ὑβριστικὸν πεισόμενον, ἀποκομίσαντες δὲ τὸν σῖτον πρὸς τὸν πατέρα πάλιν ἔλθοιτε πρὸς ἐμὲ τὸν ἀδελφόν, ὃν καταλιπεῖν ἐκεῖ φατε, [107] μεθ᾽ ἑαυτῶν ἄγοντες: τοῦτο γὰρ ἔσται πίστωμα τῆς ἀληθείας.’ οἱ δ᾽ ἐν μείζοσι κακοῖς ἦσαν ἔκλαιόν τε καὶ συνεχῶς πρὸς ἀλλήλους ἀνωλοφύροντο τὴν Ἰωσήπου συμφοράν, ὡς διὰ τὰ κατ᾽ ἐκείνου βουλευθέντα τιμωροῦντος αὐτοὺς τοῦ θεοῦ τούτοις περιπέσοιεν, Ῥουβῆλος δὲ πολὺς ἦν ἐπιπλήττων αὐτοῖς τῆς μετανοίας, ἐξ ἧς ὄφελος οὐδὲν Ἰωσήπῳ γίνεται: φέρειν δ᾽ αὐτοὺς πᾶν τι καὶ πάθοιεν κατ᾽ ἐκδικίαν ἐκείνου δρῶντος αὐτὰ τοῦ θεοῦ καρτερῶς ἠξίου. [108] ταῦτα δ᾽ ἔλεγον πρὸς ἀλλήλους οὐχ ἡγούμενοι τὸν Ἰώσηπον γλώσσης τῆς αὐτῶν συνιέναι. κατήφεια δὲ πάντας εἶχε πρὸς τοὺς Ῥουβήλου λόγους καὶ τῶν πραγμάτων μετάμελος, ὥσπερ οὖν καὶ τῶν ταῦτα ψηφισαμένων, ἐφ᾽ οἷς δίκαιον ἔκρινον τὸν θεὸν κολαζόμενοι. [109] βλέπων δ᾽ οὕτως ἀμηχανοῦντας Ἰώσηπος ὑπὸ τοῦ πάθους εἰς δάκρυα προύπιπτε καὶ μὴ βουλόμενος τοῖς ἀδελφοῖς γενέσθαι καταφανὴς ὑπεχώρει καὶ διαλιπὼν πάλιν ἧκε πρὸς αὐτούς. [110] καὶ Σεμεῶνα κατασχὼν ὅμηρον τῆς ἐπανόδου τῶν ἀδελφῶν γενησόμενον ἐκείνους μεταλαβόντας τῆς ἀγορᾶς τοῦ σίτου προσέταξεν ἀπιέναι, κελεύσας τῷ ὑπηρέτῃ τἀργύριον, πρὸς τὴν ὠνὴν εἶεν τοῦ σίτου κεκομικότες, κρύφα τοῖς φορτίοις ἐνθέντι ἀπολύειν κἀκεῖνο κομίζοντας. καὶ μὲν τὰ ἐντεταλμένα ἔπραττεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: