previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[277]

Καὶ πυθόμενος τὸν τῶν Αἰγυπτίων τεθνάναι βασιλέα Φαραώθην, ἐφ᾽ οὗπερ αὐτὸς ἔφυγε, δεῖται Ῥαγουήλου συγχωρῆσαι κατὰ ὠφέλειαν αὐτῷ τῶν συγγενῶν εἰς Αἴγυπτον ἐλθεῖν, καὶ παραλαβὼν τὴν Σαπφώραν ἣν γεγαμήκει τοῦ Ῥαγουήλου θυγατέρα καὶ τοὺς ἐξ αὐτῆς παῖδας Γῆρσον καὶ Ἐλεάζαρον ὥρμησεν εἰς τὴν Αἴγυπτον: [278] τῶν δ᾽ ὀνομάτων τούτων Γῆρσος μὲν σημαίνει κατὰ Ἑβραίων διάλεκτον, ὅτι εἰς ξένην γῆν, Ἐλεάζαρος δὲ συμμάχῳ τῷ πατρῴῳ θεῷ χρησάμενον αὐτὸν Αἰγυπτίους διαφυγεῖν. [279] γενομένῳ δ᾽ αὐτῷ πλησίον τῶν ὅρων ἀδελφὸς Ἀαρὼν ὑπήντησε τοῦ θεοῦ κελεύσαντος, πρὸς ὃν ἀποσημαίνει τὰ ἐν τῷ ὄρει συντυχόντα καὶ τοῦ θεοῦ τὰς ἐντολάς. προϊοῦσι δ᾽ αὐτοῖς ὑπηντίαζον Ἑβραίων οἱ ἀξιολογώτατοι τὴν παρουσίαν αὐτοῦ μεμαθηκότες, [280] οἷς Μωυσῆς τὰ σημεῖα ἐπεὶ πιθανῶς οὐκ ἦν λέγειν παρέσχεν αὐτῶν τὴν ὄψιν. οἱ δ᾽ ὑπ᾽ ἐκπλήξεως τῶν παρὰ δόξαν αὐτοῖς ὁρωμένων ἀνεθάρσουν καὶ περὶ τῶν ὅλων ἦσαν εὐέλπιδες, ὡς θεοῦ προνοουμένου τῆς ἀσφαλείας αὐτῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: