previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[307]

Ἤρκει μὲν οὖν τὸν δίχα πονηρίας ἀνόητον καὶ τὰ προειρημένα τῶν κακῶν εἰς σύνεσιν καὶ τοῦ συμφέροντος τὴν ἐπίνοιαν ὠφελῆσαι, Φαραώθης δὲ οὐ τοσοῦτον ὑπὸ ἀφροσύνης ὅσον ὑπὸ κακίας ὅμως αἰσθόμενος γὰρ τῆς αἰτίας ἀντεφιλονείκει τῷ θεῷ καὶ τοῦ κρείττονος ἑκὼν προδότης ἐγένετο, καὶ κελεύει μὲν τὸν Μωυσῆν μετὰ γυναικῶν καὶ παίδων ἀπάγειν τοὺς Ἑβραίους, τὴν δὲ λείαν αὐτοῖς καταλιπεῖν ἐφθαρμένης αὐτοῖς τῆς οἰκείας. [308] τοῦ δὲ Μωυσέος οὐχὶ δίκαια φήσαντος αὐτὸν ἀξιοῦν, δεῖν γὰρ αὐτοὺς τῷ θεῷ τὰς θυσίας ἐκ τῆς λείας ἐπενεγκεῖν, καὶ τριβομένου διὰ ταύτην τὴν αἰτίαν τοῦ χρόνου σκότος βαθὺ καὶ φέγγους ἄμοιρον περιχεῖται τοῖς Αἰγυπτίοις, ὑφ᾽ οὗ τάς τε ὄψεις ἀποκλειομένοις καὶ τὰς ἀναπνοὰς ἐμφραττομένοις ὑπὸ παχύτητος οἰκτρῶς τε ἀποθνήσκειν συνέβαινε καὶ δεδιέναι μὴ καταποθῶσιν ὑπὸ τοῦ νέφους. [309] εἶτα τούτου διασκεδασθέντος μετὰ τρεῖς ἡμέρας καὶ τοσαύτας νύκτας, ὡς οὐ μετενόει πρὸς τὴν ἔξοδον τῶν Ἑβραίων Φαραώθης, προσελθὼν Μωυσῆς φησιν: ‘ἄχρι πότε ἀπειθεῖς τῇ τοῦ θεοῦ γνώμῃ: κελεύει γὰρ οὗτος ἀπολύειν τοὺς Ἑβραίους. καὶ οὐκ ἔστιν ἑτέρως ἀπαλλαγῆναι τῶν κακῶν ὑμᾶς μὴ ταῦτα ποιήσαντας.’ [310] δὲ βασιλεὺς ὀργισθεὶς ἐπὶ τοῖς εἰρημένοις ἠπείλησεν αὐτοῦ τὴν κεφαλὴν ἀποτεμεῖν, εἰ πάλιν περὶ τούτων ἐνοχλῶν αὐτῷ προσέλθοι. Μωυσῆς δὲ αὐτὸς οὐκέτι ποιήσεσθαι περὶ τούτων λόγους ἔφησεν, αὐτὸν δὲ ἐκεῖνον σὺν καὶ τοῖς πρώτοις τῶν Αἰγυπτίων παρακαλέσειν τοὺς Ἑβραίους ἀπελθεῖν. καὶ μὲν ταῦτ᾽ εἰπὼν ἀπαλλάσσεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: