previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[315]

Καὶ οἱ μὲν ἐξῄεσαν κλαιόντων καὶ μετανοούντων ὅτι χρήσαιντο χαλεπῶς αὐτοῖς τῶν Αἰγυπτίων, τὴν δὲ πορείαν ἐποιοῦντο κατὰ Λητοῦς πόλιν ἔρημον οὖσαν ἐν τοῖς τότε: Βαβυλὼν γὰρ ὕστερον ἐκεῖ κτίζεται Καμβύσου καταστρεφομένου τὴν Αἴγυπτον. συντόμως δὲ ποιούμενοι τὴν ἄφοδον εἰς Βεελσεφῶντα χωρίον τριταῖοι παραγίνονται τῆς Ἐρυθρᾶς θαλάσσης. [316] μηδενὸς δὲ τῶν ἀπὸ τῆς γῆς εὐποροῦντες διὰ τὴν ἐρημίαν πεφυραμένοις τοῖς ἀλεύροις καὶ πεπηγόσι μόνον ὑπὸ βραχείας θερμότητος τοῖς ἀπ᾽ αὐτῶν ἄρτοις διετρέφοντο, καὶ τούτοις ἐπὶ τριάκονθ᾽ ἡμέρας ἐχρήσαντο: πρὸς πλείονα γὰρ οὐκ ἐξήρκεσε χρόνον αὐτοῖς ὅσα ἐκ τῆς Αἰγύπτου ἐπεφέροντο καὶ ταῦτα τὴν τροφὴν ταμιευομένοις καὶ πρὸς ἀνάγκην ἀλλὰ μὴ πρὸς κόρον αὐτῇ χρωμένοις: [317] ὅθεν εἰς μνήμην τῆς τότε ἐνδείας ἑορτὴν ἄγομεν ἐφ᾽ ἡμέρας ὀκτὼ τὴν τῶν ἀζύμων λεγομένην. τὸ μὲν οὖν πᾶν πλῆθος τῶν μετανισταμένων γυναιξὶν ἅμα καὶ τέκνοις σκοποῦσιν οὐκ εὐαρίθμητον ἦν, οἱ δὲ στρατεύσιμον ἔχοντες τὴν ἡλικίαν περὶ ἑξήκοντα μυριάδες ἦσαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: