previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[7]

Ἰακώβῳ δὲ συνέβη παρελθεῖν εἰς εὐδαιμονίας μέγεθος, οἷον οὐκ ἄλλῳ τινὶ ῥᾳδίως: πλούτῳ τε γὰρ ὑπερέβαλλε τοὺς ἐπιχωρίους καὶ παίδων ἀρεταῖς ζηλωτὸς καὶ περίβλεπτος ἦν: οὐδενὸς γὰρ ὅλως ὑστέρουν, ἀλλὰ καὶ πρὸς ἔργα χειρῶν καὶ πόνων ὑπομονὴν ἦσαν εὔψυχοι καὶ δεινοὶ συνιέναι. [8] τοσαύτην δ᾽ ἄρα τὸ θεῖον αὐτοῦ πρόνοιαν ἔσχε καὶ τῆς εὐδαιμονίας ἐπιμέλειαν, ὡς κἀκ τῶν λυπηρῶν αὐτῷ δοξάντων τὴν ὑπερβολὴν τῶν ἀγαθῶν παρασχεῖν καὶ ποιῆσαι τῆς ἀπ᾽ Αἰγύπτου τῶν ἡμετέρων προγόνων ἀναχωρήσεως αἴτιον αὐτόν τε καὶ τοὺς ἐξ αὐτοῦ γεγονότας ὑπὸ τοιαύτης αἰτίας: [9]

Ἰώσηπον ἐκ Ῥαχήλας πεπαιδοποιημένος Ἰάκωβος διά τε τὴν τοῦ σώματος εὐγένειαν καὶ διὰ ψυχῆς ἀρετήν, φρονήσει γὰρ διέφερε, τῶν ἄλλων πλέον υἱῶν ἠγάπα. [10] τούτῳ παρὰ τῶν ἀδελφῶν τε τοῦ πατρὸς στοργὴ φθόνον ἐκίνησε καὶ μῖσος τε ἐκ τῶν ὀνειράτων, θεασάμενος τῷ τε πατρὶ καὶ τούτοις ἐμήνυσεν, εὐδαιμονία καταγγελλομένη, ζηλοτυπούντων ἄρα τῶν ἀνθρώπων καὶ τὰς τῶν οἰκειοτάτων εὐπραγίας. αἱ δὲ ὄψεις, ἃς κατὰ τοὺς ὕπνους εἶδεν Ἰώσηπος, τοιαίδε ἦσαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: