previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[29]

Καὶ μὲν Ῥουβῆλος ταῦτα λέγων καὶ πρὸς τούτοις ἔτι πλείω καὶ δεόμενος ἐπειρᾶτο τῆς ἀδελφοκτονίας αὐτοὺς ἀποτρέπειν, ἐπεὶ δὲ οὐδὲν μετριωτέρους ὑπὸ τῶν λόγων ἑώρα γεγενημένους, ἀλλὰ σπεύδοντας ἐπὶ τὴν ἀναίρεσιν, συνεβούλευε τὸ κακὸν αὐτοὺς ἐπιεικέστερον ποιῆσαι τῷ τρόπῳ τῆς ἀναιρέσεως: [30] καὶ γὰρ ἄμεινον μὲν οἷς παρῄνεσε τὸ πρῶτον πεπεῖσθαι λέγων αὐτούς, ἐπεὶ δ᾽ ἐκράτησαν ὥστε ἀνελεῖν τὸν ἀδελφόν, οὐκ ἔσεσθαι σφόδρα κακοὺς οἷς νῦν παραινεῖ πεισθέντας: ἐν γὰρ τούτοις εἶναι καὶ τὸ ἔργον, ἐφ᾽ σπεύδουσιν, οὐ μέντοι τοιοῦτον, ἀλλ᾽ ὡς ἐν ἀπόροις κουφότερον. [31] ἠξίου γὰρ αὐτοὺς αὐτόχειρας μὲν μὴ γενέσθαι τἀδελφοῦ, ῥίψαντας δὲ εἰς τὸν παρακείμενον λάκκον οὕτως ἀποθανεῖν ἐᾶσαι καὶ τό γε μὴ μιανθῆναι τὰς χεῖρας αὐτῶν κερδαίνειν. συναινεσάντων δὲ τούτοις τῶν νεανίσκων παραλαβὼν Ῥουβῆλος τὸ μειράκιον καὶ καλωδίου ἐκδήσας ἠρέμα καθίησιν εἰς τὸν λάκκον: καὶ γὰρ ἱκανῶς ἄνυδρος ἦν. καὶ μὲν τοῦτο ποιήσας ἀπαλλάσσεται κατὰ ζήτησιν χωρίων πρὸς νομὰς ἐπιτηδείων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: