previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[84]

Ἰώσηπος δὲ ὑπολαβών, ‘ὄνειρος μὲν οὗτος, εἶπεν, βασιλεῦ, καίπερ ἐν δυσὶ μορφαῖς ὀφθεὶς μίαν καὶ τὴν αὐτὴν ἀποσημαίνει τελευτὴν τῶν ἐσομένων. τό τε γὰρ τὰς βοῦς ἰδεῖν ζῷον ἐπ᾽ ἀρότρῳ πονεῖν γεγενημένον ὑπὸ τῶν χειρόνων κατεσθιομένας, [85] καὶ οἱ στάχυες ὑπὸ τῶν ἐλαττόνων δαπανώμενοι λιμὸν Αἰγύπτῳ καὶ ἀκαρπίαν ἐπὶ τοσαῦτα προκαταγγέλλουσιν ἔτη τοῖς ἴσοις πρότερον εὐδαιμονησάσῃ, ὡς τὴν τούτων εὐφορίαν τῶν ἐτῶν ὑπὸ τῆς τῶν μετὰ τοσοῦτον ἀριθμὸν ἴσων ἀφορίας ὑπαναλωθῆναι. γενήσεται δὴ σπάνις τῶν ἀναγκαίων σφόδρα δυσκατόρθωτος. [86] σημεῖον δέ: αἱ γὰρ κατισχνωμέναι βόες δαπανήσασαι τὰς κρείττονας οὐκ ἴσχυσαν κορεσθῆναι. μέντοι θεὸς οὐκ ἐπὶ τῷ λυπεῖν τὰ μέλλοντα τοῖς ἀνθρώποις προδείκνυσιν, ἀλλ᾽ ὅπως προυγνωκότες κουφοτέρας συνέσει ποιῶνται τὰς πείρας τῶν κατηγγελμένων. σὺ τοίνυν ταμιευσάμενος τἀγαθὰ τὰ κατὰ τὸν πρῶτον χρόνον γενησόμενα ποιήσεις ἀνεπαίσθητον Αἰγυπτίοις τὴν ἐπελευσομένην συμφοράν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: