previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[189]

δὲ λιμὸς τοῖς Αἰγυπτίοις ἐπετείνετο καὶ τὸ δεινὸν ἀπορώτερον ἔτι καὶ μᾶλλον αὐτοῖς ἐγίνετο μήτε τοῦ ποταμοῦ ἐπάρδοντος, οὐ γὰρ ηὔξανε, μήτε ὕοντος τοῦ θεοῦ πρόνοιάν τε μηδεμίαν αὐτῶν ὑπ᾽ ἀγνοίας πεποιημένων. καὶ τοῦ Ἰωσήπου τὸν σῖτον ἐπὶ χρήμασιν αὐτοῖς διδόντος, ὡς δὲ ταῦτ᾽ αὐτοῖς ἐπέλιπε, τῶν βοσκημάτων ἐωνοῦντο τὸν σῖτον καὶ τῶν ἀνδραπόδων: [190] οἷς δὲ καὶ γῆς τις ἦν μοῖρα ταύτην παρεχώρουν ἐπὶ τιμῇ τροφῆς. οὕτως τε τοῦ βασιλέως πάσης αὐτῶν τῆς περιουσίας κυρίου γεγενημένου, μετῳκίσθησαν ἄλλος ἀλλαχοῦ, ὅπως βεβαία γένηται τῷ βασιλεῖ τῆς χώρας τούτων κτῆσις, πλὴν τῶν ἱερέων: τούτοις γὰρ ἔμενεν χώρα αὐτῶν. [191] ἐδούλου τ᾽ αὐτῶν οὐ τὰ σώματα μόνον τὸ δεινόν, ἀλλὰ καὶ τὰς διανοίας καὶ τὸ λοιπὸν εἰς ἀσχήμονα τῆς τροφῆς εὐπορίαν αὐτοὺς κατηνάγκαζε. λωφήσαντος δὲ τοῦ κακοῦ καὶ τοῦ τε ποταμοῦ τῆς γῆς ἐπιβάντος καὶ ταύτης τοὺς καρποὺς ἀφθόνως ἐκφερούσης, [192] Ἰώσηπος εἰς ἑκάστην παραγενόμενος πόλιν καὶ συλλέγων ἐν αὐταῖς τὸ πλῆθος τήν τε γῆν αὐτοῖς, ἣν ἐκείνων παραχωρούντων βασιλεὺς ἔχειν ἠδύνατο καὶ καρποῦσθαι μόνος, εἰς ἅπαν ἐχαρίζετο καὶ κτῆμα ἴδιον ἡγουμένους φιλεργεῖν παρεκάλει τὴν πέμπτην τῶν καρπῶν τῷ βασιλεῖ τελοῦντας ὑπὲρ τῆς χώρας, ἣν δίδωσιν αὐτοῖς οὖσαν αὐτοῦ. [193] τοὺς δὲ παρ᾽ ἐλπίδας κυρίους τῆς γῆς καθισταμένους χαρά τε ἐλάμβανε καὶ ὑφίσταντο τὰ προστάγματα. καὶ τούτῳ τῷ τρόπῳ τό τε ἀξίωμα παρὰ τοῖς Αἰγυπτίοις αὐτοῦ μεῖζον Ἰώσηπος ἀπεργάζεται, καὶ πλείω γε τὴν εὔνοιαν τῷ βασιλεῖ παρ᾽ αὐτῶν, τε τοῦ τελεῖν τὴν πέμπτην τῶν καρπῶν νόμος ἔμεινε καὶ μέχρι τῶν ὕστερον βασιλέων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: