previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[194]

Ἰάκωβος δὲ ἑπτακαιδέκατον ἔτος ἐν Αἰγύπτῳ διατρίψας καὶ νόσῳ χρησάμενος παρόντων αὐτῷ τῶν υἱῶν ἀπέθανεν, ἐπευξάμενος τοῖς μὲν κτῆσιν ἀγαθῶν καὶ προειπὼν αὐτοῖς κατὰ προφητείαν, πῶς μέλλει τῶν ἐκ τῆς γενεᾶς αὐτῶν ἕκαστος κατοικεῖν τὴν Χαναναίαν: τοῦτο δὴ καὶ πολλοῖς ὕστερον χρόνοις ἐγένετο: [195] Ἰωσήπου δ᾽ ἐγκώμιον διεξελθών, ὅτι μὴ μνησικακήσειε τοῖς ἀδελφοῖς, ἀλλὰ καὶ τούτου πλέον χρηστὸς εἰς αὐτοὺς ἐγένετο δωρησάμενος αὐτοὺς ἀγαθοῖς, οἷς οὐδὲ εὐεργέτας τινὲς ἠμείψαντο, προσέταξε τοῖς ἰδίοις παισίν, ἵνα τοὺς Ἰωσήπου παῖδας Ἐφρὴν καὶ Μανασσῆν εἰς τὸν αὐτῶν ἀριθμὸν προσῶνται διαιρούμενοι μετ᾽ αὐτῶν τὴν Χαναναίαν, περὶ ὧν ὕστερον ἐροῦμεν: [196] ἠξίου μέντοι καὶ ταφῆς ἐν Νεβρῶνι τυγχάνειν: τελευτᾷ δὲ βιοὺς ἔτη τὰ πάντα τριῶν δέοντα πεντήκοντα καὶ ἑκατόν, μηδενὸς μὲν τῶν προγόνων ἀπολειφθεὶς ἐπ᾽ εὐσεβείᾳ τοῦ θεοῦ, τυχὼν δὲ ἀμοιβῆς ἧς δίκαιον ἦν τοὺς οὕτως ἀγαθοὺς γεγονότας. Ἰώσηπος δὲ συγχωρήσαντος αὐτῷ τοῦ βασιλέως τὸν τοῦ πατρὸς νεκρὸν εἰς Νεβρῶνα κομίσας ἐκεῖ θάπτει πολυτελῶς. [197] τῶν δ᾽ ἀδελφῶν οὐ βουλομένων αὐτῷ συνυποστρέφειν, δέος γὰρ αὐτοὺς εἶχε μὴ τεθνηκότος αὐτοῖς τοῦ πατρὸς τιμωρήσαιτο τῆς εἰς αὐτὸν ἐπιβουλῆς οὐκέτ᾽ ὄντος χαρίζοιτο τὴν πρὸς αὐτοὺς μετριότητα, πείθει μηδὲν ὑφορᾶσθαι μηδ᾽ ἔχειν αὐτὸν δι᾽ ὑποψίας, ἀγαγὼν δὲ μετ᾽ αὐτοῦ κτῆσιν πολλὴν ἐχαρίσατο καὶ πάσῃ περὶ αὐτοὺς σπουδῇ χρώμενος οὐκ ἀπέλιπε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: