previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[228]

Κἀπ᾽ αὐτῶν τὴν ἐπίκλησιν ταύτην τῶν συμβεβηκότων ἔθετο εἰς τὸν ποταμὸν ἐμπεσόντι: τὸ γὰρ ὕδωρ μῶυ Αἰγύπτιοι καλοῦσιν, ἐσῆς δὲ τοὺς ἐξ ὕδατος σωθέντας. συνθέντες οὖν ἐξ ἀμφοτέρων τὴν προσηγορίαν αὐτῷ ταύτην τίθενται. [229] καὶ ἦν ὁμολογουμένως κατὰ τὴν τοῦ θεοῦ πρόρρησιν φρονήματός τε μεγέθει καὶ πόνων καταφρονήσει Ἑβραίων ἄριστος. Ἅβραμος γὰρ αὐτῷ πατὴρ ἕβδομος. Ἀμαράμου γὰρ αὐτὸς ἦν παῖς τοῦ Καάθου, Καάθου δὲ πατὴρ Λευὶς τοῦ Ἰακώβου, ὃς ἦν Ἰσάκῳ γενόμενος, Ἁβράμου δὲ οὗτος ἦν. [230] σύνεσις δὲ οὐ κατὰ τὴν ἡλικίαν ἐφύετ᾽ αὐτῷ τοῦ δὲ ταύτης μέτρου πολὺ κρείττων, καὶ πρεσβυτέραν διεδείκνυεν ταύτης τὴν περιουσίαν ἐν ταῖς παιδιαῖς, καὶ μειζόνων τῶν ὑπ᾽ ἀνδρὸς γενησομένων ἐπαγγελίαν εἶχε τὰ τότε πραττόμενα. καὶ τριετεῖ μὲν αὐτῷ γεγενημένῳ θαυμαστὸν θεὸς τὸ τῆς ἡλικίας ἐξῆρεν ἀνάστημα, [231] πρὸς δὲ κάλλος οὐδεὶς ἀφιλότιμος ἦν οὕτως, ὡς Μωυσῆν θεασάμενος μὴ ἐκπλαγῆναι τῆς εὐμορφίας, πολλοῖς τε συνέβαινε καθ᾽ ὁδὸν φερομένῳ συντυγχάνουσιν ἐπιστρέφεσθαι μὲν ὑπὸ τῆς ὄψεως τοῦ παιδός, ἀφιέναι δὲ τὰ σπουδαζόμενα καὶ τῇ θεωρίᾳ προσευσχολεῖν αὐτοῦ: καὶ γὰρ χάρις παιδικὴ πολλὴ καὶ ἄκρατος περὶ αὐτὸν οὖσα κατεῖχε τοὺς ὁρῶντας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: