previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[10]

Καλέσας δὲ Κλαύδιος τοὺς πρέσβεις ἔφη ταῦτα συγχωρεῖν καὶ ἐκέλευεν αὐτοὺς Ἀγρίππᾳ χάριν εἰδέναι, ταῦτα γὰρ ἐκείνου ποιεῖν ἀξιώσαντος, ἐπί τε ταῖς ἀποκρίσεσιν τοιαύτην ἐπιστολὴν ἔδωκεν: [11]Κλαύδιος Καῖσαρ Γερμανικὸς δημαρχικῆς ἐξουσίας τὸ πέμπτον ὕπατος ἀποδεδειγμένος τὸ τέταρτον αὐτοκράτωρ τὸ δέκατον πατὴρ πατρίδος Ἱεροσολυμιτῶν ἄρχουσι βουλῇ δήμῳ Ἰουδαίων παντὶ ἔθνει χαίρειν. [12] Ἀγρίππα τοῦ ἐμοῦ, ὃν ἐγὼ ἔθρεψα καὶ ἔχω σὺν ἐμαυτῷ εὐσεβέστατον ὄντα, προσαγαγόντος μοι τοὺς ὑμετέρους πρέσβεις εὐχαριστοῦντας ἐφ᾽ πεποίημαι τοῦ ἔθνους ὑμῶν κηδεμονίᾳ, καὶ αἰτησαμένων σπουδαίως καὶ φιλοτίμως τὴν ἱερὰν ἐσθῆτα καὶ τὸν στέφανον ὑπὸ τὴν ἐξουσίαν ὑμῶν εἶναι, συγχωρῶ καθὼς κράτιστος καί μοι τιμιώτατος Οὐιτέλλιος ἐποίησεν. [13] συγκατεθέμην δὲ τῇ γνώμῃ ταύτῃ πρῶτον διὰ τὸ ἐμαυτοῦ εὐσεβὲς καὶ τὸ βούλεσθαι ἑκάστους κατὰ τὰ πάτρια θρησκεύειν, ἔπειτα δὲ εἰδώς, ὅτι καὶ αὐτῷ βασιλεῖ Ἡρώδῃ καὶ Ἀριστοβούλῳ τῷ νεωτέρῳ, ὧν τὴν πρὸς ἐμαυτὸν εὐσέβειαν καὶ τὴν περὶ ὑμᾶς γινώσκω σπουδήν * ταῦτα ποιήσας, πρὸς οὓς ἔστι μοι πλεῖστα δίκαια φιλίας κρατίστους ὄντας κἀμοὶ τιμίους. [14] ἔγραψα δὲ περὶ τούτων καὶ Κουσπίῳ Φάδῳ τῷ 'μῷ ἐπιτρόπῳ. οἱ τὰ γράμματα κομίζοντες Κορνήλιος Κέρωνος Τρύφων Θευδίωνος Δωρόθεος Ναθαναήλου Ἰωάννης Ἰωάννου. ἐγράφη πρὸ τεσσάρων καλανδῶν * ἐπὶ ὑπάτων Ῥούφου καὶ Πομπηίου Σιλουανοῦ.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: