previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[231]

Μετὰ δὲ τοὺς δεκατρεῖς ἀρχιερέας ἐκείνους οἱ δέκα καὶ ὀκτὼ τὴν ἀρχιερωσύνην ἔσχον ἀπὸ Σολόμωνος βασιλέως ἐν Ἱεροσολύμοις αὐτὴν διαδεξάμενοι, μέχρι οὗ Ναβουχοδονόσορος τῶν Βαβυλωνίων βασιλεὺς ἐπιστρατεύσας τῇ πόλει τὸν μὲν ναὸν ἐνέπρησεν, τὸ δὲ ἔθνος ἡμῶν εἰς Βαβυλῶνα μετήνεγκεν καὶ τὸν ἀρχιερέα Ἰωσαδάκην αἰχμάλωτον ἔλαβεν. [232] τούτων χρόνος τῆς ἱερωσύνης τετρακοσίων ἑξηκονταὲξ ἐτῶν ἐστι μηνῶν ἓξ ἡμερῶν δέκα ἤδη βασιλευομένων Ἰουδαίων. [233] μετὰ δὲ χρόνον ἐτῶν ἁλώσεως ἑβδομήκοντα τῆς ὑπὸ Βαβυλωνίων γενομένης Κῦρος Περσῶν βασιλεὺς ἀπέλυσεν τοὺς ἐκ Βαβυλῶνος Ἰουδαίους ἐπὶ τὴν οἰκείαν γῆν πάλιν καὶ συνεχώρησεν τὸν ναὸν ἀνεγεῖραι. [234] τότε δὴ τῶν ὑποστρεψάντων αἰχμαλώτων Ἰησοῦς τοῦ Ἰωσεδὲκ εἷς ὢν τὴν ἀρχιερωσύνην λαμβάνει. λαμβάνει δ᾽ οὗτος αὐτὸς καὶ οἱ ἔγγονοι αὐτοῦ πεντεκαίδεκα συνάπαντες μέχρι βασιλέως Ἀντιόχου τοῦ Εὐπάτορος, ἐπολιτεύοντο δὲ δημοκρατικῶς ἔτη τετρακόσια δεκατέσσαρα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: