previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[49]

Ἑλένη δὲ τοῦ βασιλέως μήτηρ ὁρῶσα τὰ μὲν κατὰ τὴν βασιλείαν εἰρηνευόμενα, τὸν δὲ υἱὸν αὐτῆς μακάριον καὶ παρὰ πᾶσι ζηλωτὸν καὶ τοῖς ἀλλοεθνέσι διὰ τὴν ἐκ τοῦ θεοῦ πρόνοιαν, ἐπιθυμίαν ἔσχεν εἰς τὴν Ἱεροσολυμιτῶν πόλιν ἀφικομένη τὸ πᾶσιν ἀνθρώποις περιβόητον ἱερὸν τοῦ θεοῦ προσκυνῆσαι καὶ χαριστηρίους θυσίας προσενεγκεῖν, ἐδεῖτό τε τοῦ παιδὸς ἐπιτρέψαι. [50] τοῦ δὲ πάνυ προθύμως τῇ μητρὶ παρακαλούσῃ κατανεύσαντος καὶ πολλὴν παρασκευὴν τῶν εἰς τὴν ἀποστολὴν ἑτοιμασαμένου καὶ χρήματα πλεῖστα δόντος, καταβαίνει εἰς τὴν Ἱεροσολυμιτῶν πόλιν προπέμποντος ἐπὶ πολὺ τοῦ παιδός. [51] γίνεται δὲ αὐτῆς ἄφιξις πάνυ συμφέρουσα τοῖς Ἱεροσολυμίταις: λιμοῦ γὰρ αὐτῶν τὴν πόλιν κατὰ τὸν καιρὸν ἐκεῖνον πιεζοῦντος καὶ πολλῶν ὑπ᾽ ἐνδείας ἀναλωμάτων φθειρομένων βασιλὶς Ἑλένη πέμπει τινὰς τῶν ἑαυτῆς, τοὺς μὲν εἰς τὴν Ἀλεξάνδρειαν πολλῶν σῖτον ὠνησομένους χρημάτων, τοὺς δ᾽ εἰς Κύπρον ἰσχάδων φόρτον οἴσοντας. [52] ὡς δ᾽ ἐπανῆλθον ταχέως κομίζοντες τοῖς ἀπορουμένοις διένειμε τροφὴν καὶ μεγίστην αὐτῆς μνήμην τῆς εὐποιίας ταύτης εἰς τὸ πᾶν ἡμῶν ἔθνος καταλέλοιπε. [53] πυθόμενος δὲ καὶ παῖς αὐτῆς Ἰζάτης τὰ περὶ τὸν λιμὸν ἔπεμψε πολλὰ χρήματα τοῖς πρώτοις τῶν Ἱεροσολυμιτῶν. ἀλλὰ γὰρ τοῖς βασιλεῦσιν εἰς τὴν πόλιν ἡμῶν ἀγαθὰ πέπρακται μετὰ ταῦτα δηλώσομεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: