previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[75]

δὲ τοῦ βασιλέως ἀδελφὸς Μονόβαζος καὶ οἱ συγγενεῖς θεωροῦντες τὸν Ἰζάτην διὰ τὴν πρὸς τὸν θεὸν εὐσέβειαν ζηλωτὸν παρὰ πᾶσιν ἀνθρώποις γεγενημένον ἔσχον ἐπιθυμίαν καὶ αὐτοὶ τὰ πάτρια καταλιπόντες ἔθεσι χρῆσθαι τοῖς Ἰουδαίων. [76] γίνεται δ᾽ πρᾶξις αὐτῶν κατάφωρος τοῖς ὑπηκόοις, κἀπὶ τούτῳ χαλεπήναντες οἱ μεγιστᾶνες οὐκ ἐφανέρουν μὲν τὴν ὀργήν, κατὰ νοῦν δὲ ἔχοντες καιρὸν ἐπιτήδειον ἐζήτουν δίκην εἰσπράξασθαι σπεύδοντες παρ᾽ αὐτῶν. [77] καὶ δὴ γράφουσιν πρὸς Ἀβίαν τὸν Ἀράβων βασιλέα χρήματα πολλὰ δώσειν ὑπισχνούμενοι στρατεύσασθαι θελήσαντι κατὰ τοῦ παρ᾽ αὐτοῖς βασιλέως, ἐπηγγέλλοντο δὲ καὶ περὶ τὴν πρώτην συμβολὴν ἐγκαταλείψειν τὸν βασιλέα: θέλειν γὰρ αὐτὸν τιμωρήσασθαι μισήσαντα τὰ παρ᾽ αὐτοῖς ἔθη: καὶ ὅρκοις τὴν πρὸς ἀλλήλους ἐνδησάμενοι πίστιν σπεύδειν παρεκάλουν. [78] πείθεται δὲ Ἄραψ, καὶ πολλὴν ἐπαγόμενος δύναμιν ἧκεν ἐπὶ τὸν Ἰζάτην. μελλούσης δὲ τῆς πρώτης συμβολῆς πρὶν εἰς χεῖρας ἐλθεῖν καταλείπουσιν τὸν Ἰζάτην ἐκ συνθήματος πάντες ὡς πανικῷ δείματι κατασχεθέντες, καὶ τὰ νῶτα τοῖς πολεμίοις ἐντρέψαντες ἔφευγον. [79] οὐ μὴν Ἰζάτης κατεπλάγη, νοήσας δὲ προδοσίαν ὑπὸ τῶν μεγιστάνων γεγενῆσθαι καὶ αὐτὸς εἰς τὸ στρατόπεδον ὑπεχώρησεν, καὶ τὴν αἰτίαν ζητήσας ὡς ἔμαθεν συντεταγμένους πρὸς τὸν Ἄραβα, τοὺς μὲν αἰτίους ἀναιρεῖ, τῇ δ᾽ ἐπιούσῃ συμβαλὼν πλείστους μὲν ἀπέκτεινε, [80] πάντας δὲ φυγεῖν ἠνάγκασεν, αὐτὸν δὲ τὸν βασιλέα διώκων εἴς τι φρούριον συνήλασεν Ἄρσαμον καλούμενον, καὶ προσμαχεσάμενος καρτερῶς εἷλε τὸ φρούριον διαρπάσας τε τὴν ἐν αὐτῷ λείαν πᾶσαν, πολλὴ δὲ ἦν, ὑπέστρεψεν εἰς τὴν Ἀδιαβηνὴν τὸν Ἀβίαν οὐ καταλαβὼν ζῶντα: περικαταλαμβανόμενος γὰρ ἑαυτὸν ἀνεῖλεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: