previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[105]

Στάσεως δ᾽ ἐμπεσούσης τῇ τῶν Ἱεροσολυμιτῶν πόλει Κουμανοῦ τὰ κατὰ τὴν Ἰουδαίαν πράγματα διοικοῦντος ἐφθάρησαν ὑπὸ ταύτης πολλοὶ τῶν Ἰουδαίων. καὶ πρότερον ἀφηγήσομαι τὴν αἰτίαν, δι᾽ ἣν ταῦτα συνέβη: [106] τῆς πάσχα προσαγορευομένης ἑορτῆς ἐνστάσης, καθ᾽ ἣν ἔθος ἐστὶν ἡμῖν ἄζυμα προσφέρεσθαι, πολλοῦ καὶ πανταχόθεν πλήθους συναχθέντος ἐπὶ τὴν ἑορτὴν δείσας Κουμανός, μὴ νεώτερόν τι παρὰ τούτων προσπέσῃ, κελεύει τῶν στρατιωτῶν μίαν τάξιν ἀναλαβοῦσαν τὰ ὅπλα ἐπὶ τῶν τοῦ ἱεροῦ στοῶν ἑστάναι καταστελοῦντας τὸν νεωτερισμόν, εἰ ἄρα τις γένοιτο. [107] τοῦτο δὲ καὶ οἱ πρὸ αὐτοῦ τῆς Ἰουδαίας ἐπιτροπεύσαντες ἐν ταῖς ἑορταῖς ἔπραττον. [108] τετάρτῃ δὲ ἡμέρᾳ τῆς ἑορτῆς στρατιώτης τις ἀνακαλύψας ἐπεδείκνυε τῷ πλήθει τὰ αἰδοῖα, καὶ πρὸς τοῦτο θεασαμένων ὀργὴ καὶ θυμὸς ἦν οὐχ ἑαυτοὺς ὑβρίσθαι λεγόντων, ἀλλὰ τὸν θεὸν ἠσεβῆσθαι: τινὲς δὲ τῶν θρασυτέρων τὸν Κουμανὸν ἐβλασφήμουν ὑπ᾽ αὐτοῦ τὸν στρατιώτην καθεῖσθαι λέγοντες. [109] Κουμανὸς δ᾽ ἀκούσας καὶ αὐτὸς οὐ μετρίως ἐρεθίζεται πρὸς τὰς βλασφημίας, παρῄνει μέντοι παύσασθαι νεωτέρων ἐπιθυμοῦντας πραγμάτων μηδὲ στάσεις ἐξάπτειν ἐν ἑορτῇ. [110] μὴ πείθων δέ, μᾶλλον γὰρ ἐπέκειντο βλασφημοῦντες, κελεύει τὸ στράτευμα πᾶν τὰς πανοπλίας ἀναλαβὸν ἥκειν εἰς τὴν Ἀντωνίαν, φρούριον δ᾽ ἦν τοῦτο, καθάπερ καὶ πρότερον εἴπομεν, ἐπικείμενον τῷ ἱερῷ. [111] παραγενομένους δὲ τοὺς στρατιώτας θεασάμενον τὸ πλῆθος καὶ φοβηθὲν φεύγειν ὥρμησεν, τῶν δ᾽ ἐξόδων στενῶν οὐσῶν διώκεσθαι νομίζοντες ὑπὸ τῶν πολεμίων καὶ συνωθούμενοι κατὰ τὴν φυγὴν πολλοὺς ἀλλήλοις ἐν τοῖς στενοῖς θλιβόμενοι διέφθειρον. [112] δύο γοῦν μυριάδες ἐξηριθμήθησαν τῶν κατὰ τὴν στάσιν ἐκείνην φθαρέντων. πένθος δ᾽ ἦν τὸ λοιπὸν ἀντὶ τῆς ἑορτῆς, καὶ πάντες ἐκλαθόμενοι τῶν εὐχῶν καὶ τῶν θυσιῶν ἐπὶ θρήνους καὶ κλαυθμοὺς ἐτράποντο. τοιαῦτα μὲν ἑνὸς ἀσέλγεια στρατιώτου παθήματα γενέσθαι παρεσκεύασεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: