previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Παραδόξου δὲ τῆς σωτηρίας τοῖς Ἑβραίοις οὕτως γενομένης δεινῶς ἐλύπει πάλιν αὐτοὺς ἀγομένους ἐπὶ τὸ Σιναῖον ὄρος χώρα τελέως οὖσα ἔρημος καὶ τῶν τε πρὸς τροφὴν αὐτοῖς ἄπορος, σπανίζουσα δὲ καὶ ὕδατος εἰς τὸ ἔσχατον, καὶ μὴ μόνον ἀνθρώποις τι παρασχεῖν ἐνδεής, ἀλλὰ καὶ μηδ᾽ ἄλλο τι τῶν ζῴων ἱκανὴ βόσκειν: ψαφαρὰ γάρ ἐστι καὶ νοτερὸν ἐξ αὐτῆς οὐδὲν τι καὶ φῦσαι καρπὸν δύναιτο. τοιαύτην δὲ οὖσαν τὴν χώραν ἐξ ἀνάγκης ὥδευον ἑτέραν ἀπελθεῖν οὐκ ἔχοντες. [2] ἐπεφέροντο δ᾽ ἐκ τῆς προωδοιπορημένης ὕδωρ τοῦ στρατηγοῦ κεκελευκότος, καὶ τούτου δαπανηθέντος ἐκ φρεάτων ἐποιοῦντο τὴν ὑδρείαν ἐπιπόνως διὰ σκληρότητα τῆς γῆς, καὶ τὸ εὑρισκόμενον δὲ πικρὸν ἀλλ᾽ οὐ πότιμον ἦν, καὶ τοῦτο δὲ σπάνιον. [3] ἀφικνοῦνται δὲ τοῦτον ὁδεύοντες τὸν τρόπον περὶ δείλην ὀψίαν εἰς Μὰρ τόπον οὕτως διὰ τὴν τοῦ ὕδατος κακίαν ὀνομάσαντες: μὰρ γὰρ πικρία λέγεται. καὶ αὐτόθι τεταλαιπωρημένοι τῷ τε συνεχεῖ τῆς ὁδοιπορίας καὶ τῇ τῆς τροφῆς ἀπορίᾳ, καὶ γὰρ τότ᾽ αὐτοὺς τελείως ἐπιλελοίπει, κατάγονται: [4] φρέαρ γὰρ ἦν, διὸ καὶ μᾶλλον ἔμειναν, οὐδ᾽ αὐτὸ μὲν ἐξαρκεῖν δυνάμενον τοσούτῳ στρατῷ, βραχεῖαν μέντοι παρέχον αὐτοῖς εὐθυμίαν ἐν ἐκείνοις εὑρεθὲν τοῖς χωρίοις: καὶ γὰρ ἤκουον παρὰ τῶν ἐξερευνώντων μηδὲν ἔμπροσθεν βαδίζουσιν εἶναι. πικρὸν δὲ ἐκεῖνο τὸ ὕδωρ καὶ ἄποτον ἦν οὐκ ἀνθρώποις μόνον ἀλλὰ καὶ τοῖς ὑποζυγίοις ἀφόρητον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: