previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[244]

Τῇ δὲ πέμπτῃ τοῦ αὐτοῦ μηνὸς καὶ δεκάτῃ τρεπομένου τὸ λοιπὸν τοῦ καιροῦ πρὸς τὴν χειμερινὴν ὥραν σκηνὰς πήγνυσθαι κελεύει κατὰ οἰκίαν ἕκαστον, τό τε κρύος ὑφορωμένους ἐπὶ φυλακῇ τοῦ ἔτους, [245] ὅταν πατρίδων ἐπιτύχοιεν, παραγινομένους εἰς ἐκείνην τὴν πόλιν, ἣν διὰ τὸν ναὸν μητρόπολιν ἕξουσιν, ἐφ᾽ ἡμέρας ὀκτὼ ἑορτὴν ἄγοντας ὁλοκαυτεῖν τε καὶ θύειν τῷ θεῷ τότε χαριστήρια, φέροντας ἐν ταῖς χερσὶν εἰρεσιώνην μυρσίνης καὶ ἰτέας σὺν κράδῃ φοίνικος πεποιημένην τοῦ μήλου τοῦ τῆς περσέας προσόντος. [246] εἶναι δὲ τῇ πρώτῃ τῶν ἡμερῶν τὴν τῆς ὁλοκαυτώσεως θυσίαν ἐκ τριῶν καὶ δέκα βοῶν καὶ ἀρνῶν ἑνὶ πλειόνων καὶ κριῶν δύο κατὰ παραίτησιν ἁμαρτιῶν ἐρίφου προστιθεμένου. ταῖς δ᾽ ἑξῆς ἡμέραις μὲν αὐτὸς ἀριθμὸς τῶν ἀρνῶν καὶ τῶν κριῶν σὺν τῷ ἐρίφῳ θύεται, ὑφαιροῦντες δὲ ἑκάστης ἡμέρας ἕνα τῶν βοῶν εἰς ἑπτὰ καταντῶσιν. [247] ἀνίενται δὲ ἀπὸ παντὸς ἔργου κατὰ τὴν ὀγδόην ἡμέραν καὶ τῷ θεῷ, καθάπερ εἰρήκαμεν, μόσχον τε θύομεν καὶ κριὸν καὶ ἄρνας ἑπτά, ὑπὲρ δὲ ἁμαρτημάτων παραιτήσεως ἔριφον. καὶ ταῦτα μὲν Ἑβραίοις τὰς σκηνὰς πηγνύουσιν ἐπιτελεῖν ἐστι πάτριον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: