previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[252]

Ἑβδόμης ἑβδομάδος διαγεγενημένης μετὰ ταύτην τὴν θυσίαν, αὗται δ᾽ εἰσὶν αἱ τῶν ἑβδομάδων ἡμέραι τεσσαράκοντα καὶ ἐννέα, τῇ πεντηκοστῇ, ἣν Ἑβραῖοι ἀσαρθὰ καλοῦσι, σημαίνει δὲ τοῦτο πεντηκοστήν, καθ᾽ ἣν προσάγουσι τῷ θεῷ ἄρτον ἀλφίτων μὲν πυρίνων ἀσσαρῶνας δύο μετὰ ζύμης γεγονότων, θυμάτων δὲ ἄρνας δύο: [253] ταῦτα μὲν γὰρ τῷ θεῷ προσάγειν νόμιμον μόνον, εἰς δὲ δεῖπνον τοῖς ἱερεῦσι σκευάζεται καὶ καταλιπεῖν οὐδέν ἐστιν ἐξ αὐτῶν εἰς τὴν ἐπιοῦσαν συγκεχωρημένον: ὁλοκαυτωθησομένους μόσχους τε θύουσι τρεῖς καὶ κριοὺς δύο καὶ ἄρνας τεσσαρεσκαίδεκα, ἐρίφους δὲ δύο ὑπὲρ ἁμαρτημάτων. [254] ἔστι δ᾽ οὐδεμία τῶν ἑορτῶν, καθ᾽ ἣν οὐχ ὁλοκαυτοῦσιν οὐδὲ τῶν πόνων τῶν ἐπὶ τοῖς ἔργοις ἄνεσιν οὐ διδόασιν, ἀλλ᾽ ἐν πάσαις νόμιμον τό τε τῆς θυσίας εἶδος καὶ τὸ τῆς ἀργίας ἀταλαίπωρον καὶ πρὸς εὐωχίαις εἰσὶ τεθυκότες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: