previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[59]

Τῇ δ᾽ ὑστεραίᾳ Μωυσῆς νεκρούς τε ἐσκύλευε τῶν πολεμίων καὶ τὰς παντευχίας τῶν φυγόντων συνέλεγεν ἀριστεῦσί τε τιμὰς ἐδίδου καὶ τὸν στρατηγὸν Ἰησοῦν ἐνεκωμίαζε μαρτυρούμενον ἐφ᾽ οἷς ἔπραξεν ὑπὸ παντὸς τοῦ στρατοῦ. ἀπέθανεν δὲ Ἑβραίων μὲν οὐδείς, τῶν δὲ πολεμίων ὅσους οὐδ᾽ ἀριθμῷ γνῶναι δυνατὸν ἦν. [60] θύσας δὲ χαριστήρια βωμὸν ἱδρύεται νικαῖον ὀνομάσας τὸν θεὸν προεφήτευέ τε πανωλεθρὶ τοὺς Ἀμαληκίτας ἀπολουμένους καὶ μηδένα αὐτῶν ὑπολειφθησόμενον εἰς αὖθις διὰ τὸ Ἑβραίοις ἐπιστρατεύσασθαι καὶ ταῦτα ἐν ἐρήμῳ τε γῇ καὶ ταλαιπωρουμένοις, τόν τε στρατὸν εὐωχίαις ἀνελάμβανε. [61] καὶ ταύτην μὲν τὴν μάχην πρώτην μαχεσάμενοι πρὸς τοὺς κατατολμήσαντας αὐτῶν μετὰ τὴν ἐξ Αἰγύπτου γενομένην ἔξοδον οὕτως ἐπολέμησαν, ἐπεὶ δὲ τὴν τῶν ἐπινικίων ἑορτὴν ἤγαγον, Μωυσῆς ἀναπαύσας ἐπ᾽ ὀλίγας ἡμέρας τοὺς Ἑβραίους μετὰ τὴν μάχην προῆγε συντεταγμένους: [62] πολὺ δ᾽ ἦν ἤδη τὸ ὁπλιτικὸν αὐτοῖς: καὶ προϊὼν κατ᾽ ὀλίγον ἐν τριμήνῳ μετὰ τὴν ἐξ Αἰγύπτου κίνησιν παρῆν ἐπὶ τὸ Σιναῖον ὄρος, ἐν τά τε περὶ τὸν θάμνον αὐτῷ καὶ τὰ λοιπὰ φαντάσματα συντυχεῖν προειρήκαμεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: