previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[66]

Τῇ δ᾽ ὑστεραίᾳ θεασάμενος Ῥαγουῆλος τὸν Μωυσῆν ἐν ὄχλῳ πραγμάτων ὄντα: διέλυε γὰρ τὰς δίκας τοῖς δεομένοις πάντων ἐπ᾽ αὐτὸν βαδιζόντων καὶ μόνως ἂν τοῦ δικαίου τυχεῖν ἡγουμένων, εἰ διαιτητὴς αὐτοῖς οὗτος γένοιτο: [67] καὶ γὰρ τοῖς ἡττωμένοις κοῦφον ἐδόκει τὸ λείπεσθαι κατὰ δικαιοσύνην οὐ κατὰ πλεονεξίαν αὐτὸ πάσχειν νομίζουσι: τότε μὲν ἡσυχίαν ἦγε μὴ βουλόμενος ἐμποδίζειν τοῖς ἀρετῇ χρῆσθαι τοῦ στρατηγοῦ θέλουσι, παυσάμενον δὲ τοῦ θορύβου παραλαβὼν καὶ συμμονωθεὶς ἀνεδίδασκεν δεῖ ποιεῖν. [68] καὶ συνεβούλευε τῆς μὲν ἐπὶ τοῖς ἥττοσι ταλαιπωρίας ἑτέροις ἐκστῆναι, περὶ δὲ τῶν μειζόνων καὶ τῆς σωτηρίας τοῦ πλήθους ἔχειν τὴν πρόνοιαν αὐτόν: δικάσαι μὲν γὰρ ἀγαθοὺς κἂν ἄλλους Ἑβραίων εὑρεθῆναι, φροντίσαι δὲ τοσούτων μυριάδων σωτηρίας οὐκ ἄλλον τινὰ δύνασθαι μὴ Μωυσῆν γενόμενον. [69]αἰσθανόμενος οὖν τῆς ἀρετῆς, φησί, σαυτοῦ καὶ οἷος γέγονας ἐπὶ τῷ τὸν λαὸν ὑπουργῶν τῷ θεῷ σώζειν τὴν μὲν τῶν ἐγκλημάτων δίαιταν ἐπίτρεψον αὐτοῖς ποιεῖσθαι καὶ ἐπ᾽ ἄλλων, σὺ δὲ πρὸς μόνῃ τῇ τοῦ θεοῦ θεραπείᾳ κατέχων σεαυτὸν διατέλει ζητῶν οἷς ἂν τὸ πλῆθος ἀπαλλάξειας τῆς νῦν ἀπορίας. [70] ὑποθήκαις δὲ ταῖς ἐμαῖς περὶ τῶν ἀνθρωπίνων χρησάμενος τὸν στρατὸν ἐξετάσεις ἀκριβῶς καὶ κατὰ μυρίους τούτων κεκριμένους ἄρχοντας ἀποδείξεις, εἶτα κατὰ χιλίους, διαιρήσεις δὲ μετ᾽ αὐτοὺς εἰς πεντακοσίους, καὶ πάλιν εἰς ἑκατόν, εἶτ᾽ εἰς πεντήκοντα. [71] ἄρχοντάς τε ἐπὶ τούτοις τάξεις, οἳ κατὰ τριάκοντα μερισθέντας διακοσμήσουσι καὶ κατὰ εἴκοσι καὶ κατὰ δέκα συναριθμουμένους, ἔστω δέ τις ἐπὶ τούτοις εἷς τὴν προσηγορίαν ἀπὸ τοῦ τῶν ἀρχομένων ἀριθμοῦ λαμβάνων, δοκιμασθέντες ὑπὸ τοῦ πλήθους παντὸς εἶναι ἀγαθοὶ καὶ δίκαιοι, [72] οἳ περί τε τῶν διαφόρων αὐτοῖς κρινοῦσι κἂν τι μεῖζον ἐπὶ τοὺς ἐν ἀξιώματι τὴν περὶ τούτου διάγνωσιν ἐπανοίσουσιν, ἂν δὲ κἀκείνους διαφύγῃ τὸ περὶ τοῦ πράγματος δύσκολον, ἐπὶ σὲ τοῦτο ἀναπέμψουσιν: ἔσται γὰρ οὕτως ἀμφότερα: καὶ τῶν δικαίων Ἑβραῖοι τεύξονται καὶ σὺ τῷ θεῷ προσεδρεύων εὐμενέστερον ἂν ποιήσειας αὐτὸν τῷ στρατῷ.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: