previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[233]

Νόμος δὲ ταῖς ἰδιωτικαῖς καὶ ταῖς δημοσίαις θυσίαις καὶ ἄλευρον ἐπιφέρεσθαι καθαρώτατον, ἀρνὶ μὲν ἀσσαρῶνος μέτρον κριῷ δὲ δυοῖν ταύρῳ δὲ τριῶν. τοῦτο καθαγνίζουσιν ἐπὶ τῷ βωμῷ μεμαγμένον ἐλαίῳ: [234] κομίζεται γὰρ δὴ καὶ ἔλαιον ὑπὸ τῶν τεθυκότων ἐπὶ μὲν βοῒ ἰνὸς ἥμισυ, ἐπὶ δὲ κριῷ μέρος τούτου τρίτον τοῦ μέτρου, καὶ τετάρτη μερὶς ἐπ᾽ ἀρνί: δὲ ἲν μέτρον ἀρχαῖον Ἑβραίων δύναται δύο χόας Ἀττικούς. τὸ δ᾽ αὐτὸ μέτρον τῷ ἐλαίῳ καὶ οἴνου παρῆγον, σπένδουσι δὲ περὶ τὸν βωμὸν τὸν οἶνον. [235] εἰ δέ τις θυσίαν οὐκ ἐπιτελῶν ἐπήνεγκε κατ᾽ εὐχὴν σεμίδαλιν, ταύτης ἀπαρχὴν μίαν ἐπιβάλλει τῷ βωμῷ δράκα, τὴν δὲ λοιπὴν οἱ ἱερεῖς πρὸς τροφὴν λαμβάνουσιν ἑψηθεῖσαν, ἐλαίῳ γὰρ συμπεφύραται, γενομένων ἄρτων. ἱερέως δὲ κομίσαντος καὶ ὁποσονοῦν ὁλοκαυτεῖν ἀναγκαῖον. [236] κωλύει δὲ νόμος θύειν ζῷον αὐθημερὸν μετὰ τοῦ γεγεννηκότος ἐπὶ ταὐτό, οὐδ᾽ ἄλλως δὲ πρὶν ὀγδόην ἡμέραν γεννηθέντι διελθεῖν. γίνονται δὲ ἄλλαι θυσίαι ὑπὲρ τοῦ τὰς νόσους διαφυγεῖν κατ᾽ ἄλλας αἰτίας, εἰς ἃς πέμματα σὺν ἱερείοις ἀναλίσκεται, ὧν εἰς τὴν ὑστέραν οὐδὲν ὑπολιπεῖν ἐστι νόμιμον, τῶν ἱερέων μέρος ἴδιον λαβόντων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: