previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[11]

Ὅπερ δὲ τοῖς μεγάλοις συμβαίνει στρατοπέδοις καὶ μάλιστα παρὰ τὰς κακοπραγίας δυσάρκτοις εἶναι καὶ δυσπειθέσι, τοῦτο καὶ τοῖς Ἰουδαίοις συνέπεσεν: ἑξήκοντα γὰρ ὄντες μυριάδες καὶ διὰ τὸ πλῆθος ἴσως ἂν μηδ᾽ ἐν ἀγαθοῖς ὑποταγέντες τοῖς κρείττοσι, τότε μᾶλλον ὑπὸ τῆς ἀπορίας καὶ συμφορᾶς ἐξηγανάκτουν καὶ πρὸς ἀλλήλους καὶ πρὸς τὸν ἡγεμόνα. [12] στάσις οὖν αὐτοὺς οἵαν ἴσμεν οὔτε παρ᾽ Ἕλλησιν οὔτε παρὰ βαρβάροις γενομένην κατέλαβεν, ὑφ᾽ ἧς ἅπαντας ἀπολέσθαι κινδυνεύσαντας ἔσωσε Μωυσῆς οὐ μνησικακῶν, ὅτι παρ᾽ ὀλίγον ἦλθε καταλευσθεὶς ὑπ᾽ αὐτῶν ἀποθανεῖν. [13] οὐδ᾽ θεὸς δὲ ἠμέλησε τοῦ μηδὲν αὐτοὺς παθεῖν τῶν δεινῶν, ἀλλὰ καίπερ εἰς τὸν νομοθέτην αὐτῶν ἐξυβρισάντων καὶ τὰς ἐντολάς, ἃς αὐτὸς διὰ Μωυσέος αὐτοῖς ἐπέστειλεν, ἐρρύσατο τῶν ἐκ τοῦ στασιάζειν αὐτοῖς ἂν γενομένων δεινῶν, εἰ μὴ προενόησε. τήν τε οὖν στάσιν καὶ ὅσα μετ᾽ αὐτὴν Μωυσῆς ἐπολιτεύσατο διηγήσομαι προδιελθὼν τὴν αἰτίαν ἀφ᾽ ἧς ἐγένετο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: