previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[51]

Ταῦτ᾽ εἰπόντος καὶ δακρύοντος σείεται μὲν αἰφνίδιον γῆ, σάλου δ᾽ ἐπ᾽ αὐτῆς κινηθέντος ὥσπερ ἐξ ἀνέμου βίας σαλευομένου κύματος πᾶς μὲν ἔδεισεν λαός, πατάγου δὲ καὶ σκληροῦ ῥαγέντος ἤχου κατὰ τὰς ἐκείνων σκηνὰς συνίζησεν γῆ καὶ πάνθ᾽ ὅσα φίλα τούτοις ἦν ὑπήνεγκεν εἰς αὑτήν. [52] ἠφανισμένων δ᾽ οὕτως, ὡς μηδὲ φανῆναί τινας γνῶναι, συνῄει τε πάλιν τῆς γῆς τὸ περὶ ἐκείνοις κεχηνὸς καὶ καθίστατο, ὡς μηδ᾽ εἰ πάθοι τι τῶν προειρημένων φανερὸν εἶναι τοῖς ὁρῶσι. καὶ οἱ μὲν οὕτως ἀπώλοντο ἐπίδειξις τοῦ θεοῦ τῆς ἰσχύος γενόμενοι: [53] ὀδύραιτο δ᾽ ἄν τις οὐ μόνον τῆς συμφορᾶς αὐτοὺς καὶ καθ᾽ ἑαυτὴν οὔσης ἀξίας οἴκτου, ἀλλ᾽ ὅτι καὶ τοιαῦτα παθόντων ἐφήσθησαν οἱ συγγενεῖς: τῶν γὰρ συντεταγμένων ἐκλαθόμενοι πρὸς τὴν ὄψιν τοῦ συμβεβηκότος ἐβεβαίουν τὴν κρίσιν, καὶ νομίζοντες ὡς ἀλιτηρίους ἀπολωλέναι τοὺς περὶ Δαθάμην οὐδ᾽ ἐλυποῦντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: