previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[96]

Οὕτως οὖν ἐχόντων τῶν πραγμάτων ἐπιτίθεται τοῖς Ἰσραηλίταις Ὤγης τῆς Γαλαδηνῆς καὶ Γαυλανίτιδος βασιλεὺς στρατὸν ἄγων, καὶ σπεύδων μὲν ὡς ἐπὶ συμμαχίαν τὴν Σιχῶνος φίλου τυγχάνοντος εὑρὼν δὲ ἐκεῖνον ἤδη προαπολωλότα καὶ οὕτως ἔγνω τοῖς Ἑβραίοις εἰς μάχην ἐλθεῖν περιέσεσθαί τε νομίζων καὶ τῆς ἀρετῆς αὐτῶν διάπειραν βουλόμενος λαβεῖν: [97] διαμαρτὼν δὲ τῆς ἐλπίδος αὐτός τε ἀποθνήσκει κατὰ τὴν μάχην καὶ σύμπας στρατὸς αὐτοῦ διαφθείρεται. Μωυσῆς δὲ τὸν ποταμὸν Ἰόβακον περαιωσάμενος διεξῄει τῆς Ὤγου βασιλείας τάς τε πόλεις καταστρεφόμενος καὶ κτείνων πάντας τοὺς ἐνοικοῦντας, οἳ καὶ πλούτῳ διέφερον πάντων τῶν ἐκείνῃ ἠπειρωτῶν δι᾽ ἀρετὴν γῆς καὶ πλῆθος χρημάτων. [98] Ὤγης δὲ μέγεθός τε καὶ κάλλος ἦν οἷος ὀλίγοι σφόδρα, ἦν δὲ καὶ κατὰ χεῖρα γενναῖος ἀνήρ, ὡς ἴσα τὰ τῶν ἔργων εἶναι τοῖς τοῦ μεγέθους καὶ τῆς εὐπρεπείας πλεονεκτήμασι. τὴν δ᾽ ἰσχὺν αὐτοῦ καὶ τὸ μέγεθος ἐτεκμηριώσαντο κλίνην αὐτοῦ λαβόντες ἐν Ῥαβαθᾶ πόλει τῶν βασιλείων τῆς Ἀμμανίτιδος, τῇ μὲν κατασκευῇ σιδηρέαν, τεσσάρων δὲ πηχῶν τὸ εὖρος, μήκει δὲ τοῦ διπλασίονος ἑνὶ πήχει μείζονα. [99] τούτου τοίνυν πταίσαντος οὐκ εἰς τὸ παρὸν μόνον τοῖς Ἑβραίοις ἐπέδωκε τὰ πράγματα, ἀλλὰ καὶ πρὸς τὸ μέλλον ἀγαθῶν αὐτοῖς αἴτιος ἀποθανὼν ὑπῆρξε: καὶ γὰρ πόλεις ἑξήκοντα λαμπρῶς πάνυ τετειχισμένας ὑποτελεῖς ἐκείνῳ παρέλαβον καὶ λείαν πολλὴν ἰδίᾳ τε καὶ δημοσίᾳ πάντες εὐπόρησαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: