previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[145]

Ἀναστὰς δὲ μετ᾽ αὐτὸν Ζαμβρίαςἀλλὰ σὺ μέν, εἶπεν, Μωυσῆ, χρῶ νόμοις οἷς αὐτὸς ἐσπούδακας ἐκ τῆς τούτων εὐηθείας τὸ βέβαιον αὐτοῖς παρεσχημένος: ἐπεὶ μὴ τοῦτον αὐτῶν ἐχόντων τὸν τρόπον πολλάκις ἂν ἤδη κεκολασμένος ἔγνως ἂν οὐκ εὐπαραλογίστους Ἑβραίους. [146] ἐμὲ δ᾽ οὐκ ἂν ἀκόλουθον οἷς σὺ προστάττεις τυραννικῶς λάβοις: οὐ γὰρ ἄλλο τι μέχρι νῦν προσχήματι νόμων καὶ τοῦ θεοῦ δουλείαν μὲν ἡμῖν ἀρχὴν δὲ σαυτῷ κακουργεῖς ἀφαιρούμενος ἡμᾶς τὸ ἡδὺ καὶ τὸ κατὰ τὸν βίον αὐτεξούσιον, τῶν ἐλευθέρων ἐστὶ καὶ δεσπότην οὐκ ἐχόντων. [147] χαλεπώτερος δ᾽ ἂν οὕτως Αἰγυπτίων Ἑβραίοις γένοιο τιμωρεῖν ἀξιῶν κατὰ τοὺς νόμους τὴν ἑκάστου πρὸς τὸ κεχαρισμένον αὐτῷ βούλησιν. πολὺ δ᾽ ἂν δικαιότερον αὐτὸς τιμωρίαν ὑπομένοις τὰ παρ᾽ ἑκάστοις ὁμολογούμενα καλῶς ἔχειν ἀφανίσαι προῃρημένος καὶ κατὰ τῆς ἁπάντων δόξης ἰσχυρὰν τὴν σεαυτοῦ κατεσκευακὼς ἀτοπίαν: [148] ἐγὼ δ᾽ ἂν στεροίμην εἰκότως ὧν πράττω νυνὶ κρίνας ἀγαθὰ ταῦτ᾽ ἔπειτα περὶ αὐτῶν ὁμολογεῖν ἐν τούτοις οὐκ ὀκνήσαιμι. γύναιόν τε ξενικόν, ὡς φῄς, ἦγμαι: παρ᾽ ἐμαυτοῦ γὰρ ἀκούσῃ τὰς ἐμὰς πράξεις ὡς παρὰ ἐλευθέρου, καὶ γὰρ οὐδὲ λαθεῖν προεθέμην: [149] θύω τε θεοῖς οἷς θύειν μοι νομίζεται δίκαιον ἡγούμενος παρὰ πολλῶν ἐμαυτῷ πραγματεύεσθαι τὴν ἀλήθειαν, καὶ οὐχ ὥσπερ ἐν τυραννίδι ζῆν τὴν ὅλην ἐξ ἑνὸς ἐλπίδα τοῦ βίου παντὸς ἀνηρτηκότα: χαρείη τ᾽ ἂν οὐδεὶς κυριώτερον αὑτὸν περὶ ὧν πράξαιμι γνώμης τῆς ἐμῆς ἀποφαινόμενος.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: