previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[150]

Τοῦ δὲ Ζαμβρίου ταῦτα περὶ ὧν αὐτός τε ἠδίκει καὶ τῶν ἄλλων τινὲς εἰπόντος μὲν λαὸς ἡσύχαζε φόβῳ τε τοῦ μέλλοντος καὶ τὸν νομοθέτην δὲ ὁρῶν μὴ περαιτέρω τὴν ἀπόνοιαν αὐτοῦ προαγαγεῖν ἐκ τῆς ἄντικρυς διαμάχης θελήσαντα: [151] περιίστατο γάρ, μὴ πολλοὶ τῆς τῶν λόγων ἀσελγείας αὐτοῦ μιμηταὶ γενόμενοι ταράξωσι τὸ πλῆθος. καὶ διαλύεται μὲν ἐπὶ τούτοις σύλλογος. προεληλύθει δ᾽ ἂν ἐπὶ πλεῖον τοῦ κακοῦ πεῖρα μὴ φθάσαντος Ζαμβρία τελευτῆσαι ἐκ τοιαύτης αἰτίας. [152] Φινεὲς ἀνὴρ τά τε ἄλλα τῶν νεωτέρων κρείττων καὶ τοῦ πατρὸς ἀξιώματι τοὺς ἡλικιώτας ὑπερέχων, Ἐλεαζάρου γὰρ τοῦ ἀρχιερέως ἦν, περιαλγήσας τοῖς πεπραγμένοις ὑπὸ τοῦ Ζαμβρίου, καὶ πρὶν ἰσχυροτέραν γενέσθαι τὴν ὕβριν ὑπὸ τῆς ἀδείας ἔργῳ τὴν δίκην αὐτὸν εἰσπράξασθαι διαγνοὺς καὶ κωλῦσαι διαβῆναι τὴν παρανομίαν εἰς πλείονας τῶν ἀρξαμένων οὐ κολαζομένων, [153] τόλμῃ δὲ καὶ ψυχῆς καὶ σώματος ἀνδρείᾳ τοσοῦτον προύχων, ὡς μὴ πρότερον εἴ τινι συσταίη τῶν δεινῶν ἀπαλλάττεσθαι, πρὶν καταγωνίσασθαι καὶ νίκην τὴν ἐπ᾽ αὐτῷ λαβεῖν, ἐπὶ τὴν τοῦ Ζαμβρίου σκηνὴν παραγενόμενος αὐτόν τε παίων τῇ ῥομφαίᾳ καὶ τὴν Χοσβίαν ἀπέκτεινεν. [154] οἱ δὲ νέοι πάντες, οἷς ἀρετῆς ἀντιποίησις ἦν καὶ τοῦ φιλοκαλεῖν, μιμηταὶ γενόμενοι τῆς Φινεέσσου τόλμης ἀνῄρουν τοὺς ἐπὶ τοῖς ὁμοίοις Ζαμβρίᾳ τὴν αἰτίαν εἰληφότας. ἀπόλλυνται μὲν οὖν καὶ ὑπὸ τῆς τούτων ἀνδραγαθίας πολλοὶ τῶν παρανομησάντων, [155] ἐφθάρησαν δὲ πάντες καὶ λοιμῷ ταύτην ἐνσκήψαντος αὐτοῖς τοῦ θεοῦ τὴν νόσον ὅσοι τε συγγενεῖς ὄντες κωλύειν δέον ἐξώτρυνον αὐτοὺς ἐπὶ ταῦτα ἀδικεῖν τῷ θεῷ δοκοῦντες ἀπέθνησκον. ἀπόλλυνται μὲν οὖν ἐκ τῶν τάξεων ἄνδρες οὐκ ἐλάττους τετρακισχιλίων καὶ μυρίων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: