previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[112]

Καὶ μὲν ταῦτα τοῦ θεοῦ κελεύσαντος ἥκει πρὸς Βάλακον. δεξαμένου δὲ αὐτὸν τοῦ βασιλέως ἐκπρεπῶς ἠξίου προαχθεὶς ἐπί τι τῶν ὀρῶν σκέψασθαι, πῶς τὸ τῶν Ἑβραίων ἔχοι στρατόπεδον. Βάλακος δ᾽ αὐτὸς ἀφικνεῖται τὸν μάντιν σὺν βασιλικῇ θεραπείᾳ φιλοτίμως ἀγόμενος εἰς ὄρος, ὅπερ ὑπὲρ κεφαλῆς αὐτῶν ἔκειτο τοῦ στρατοπέδου σταδίους ἀπέχον ἑξήκοντα. [113] κατιδὼν δ᾽ αὐτοὺς ἐκεῖνος βωμούς τε ἐκέλευσεν ἑπτὰ δείμασθαι τὸν βασιλέα καὶ τοσούτους ταύρους καὶ κριοὺς παραστῆσαι: ὑπουργήσαντος δὲ διὰ ταχέων τοῦ βασιλέως ὁλοκαυτεῖ τυθέντας, [114] ὡς τρόπον εἶδε σημαινομένην, ‘ λεώς, φησίν, οὗτος εὐδαίμων, θεὸς δίδωσι μυρίων κτῆσιν ἀγαθῶν καὶ σύμμαχον εἰς ἅπαντα καὶ ἡγεμόνα τὴν ἑαυτοῦ πρόνοιαν ἐπένευσεν. ὡς οὐδέν ἐστιν ἀνθρώπινον γένος, οὗ μὴ κατ᾽ ἀρετὴν καὶ ζήλωσιν ἐπιτηδευμάτων ἀρίστων καὶ καθαρῶν πονηρίας ὑμεῖς ἀμείνους κριθήσεσθε καὶ παισὶ βελτίοσιν αὐτῶν ταῦτα καταλείψετε, θεοῦ μόνους ὑμᾶς ἀνθρώπους ἐφορῶντος καὶ ὅθεν ἂν γένοισθε πάντων εὐδαιμονέστεροι τῶν ὑπὸ τὸν ἥλιον ἐκπορίζοντος. [115] γῆν τε οὖν ἐφ᾽ ἣν ὑμᾶς αὐτὸς ἔστειλε καθέξετε δουλεύσουσαν αἰεὶ παισὶν ὑμετέροις καὶ τοῦ περὶ αὐτῶν κλέους ἐμπλησθήσεται πᾶσα γῆ καὶ θάλασσα, ἀρκέσετε δὲ τῷ κόσμῳ παρασχεῖν ἑκάστῃ γῇ τῶν ἀφ᾽ ὑμετέρου γένους οἰκήτορας. [116] θαυμάζετε οὖν, μακάριος στρατός, ὅτι τοσοῦτος ἐξ ἑνὸς πατρὸς γεγόνατε. ἀλλὰ τὸν νῦν ὑμῶν ὀλίγον Χαναναίων χωρήσει γῆ, τὴν δ᾽ οἰκουμένην οἰκητήριον δι᾽ αἰῶνος ἴστε προκειμένην ὑμῖν, καὶ τὸ πλῆθος ὑμῶν ἔν τε νήσοις καὶ κατ᾽ ἤπειρον βιοτεύσετε ὅσον ἐστὶν οὐδ᾽ ἀστέρων ἀριθμὸς ἐν οὐρανῷ. τοσούτοις δὲ οὖσιν οὐκ ἀπαγορεύσει τὸ θεῖον ἀφθονίαν μὲν παντοίων ἀγαθῶν ἐν εἰρήνῃ χορηγοῦν, νίκην δὲ καὶ κράτος ἐν πολέμῳ. [117] παῖδας ἐχθρῶν ἔρως τοῦ πρὸς ὑμᾶς πολέμου λάβοι καὶ θρασυνθεῖεν ὥστε εἰς ὅπλα καὶ τὰς ὑμετέρας χεῖρας ἐλθεῖν: οὐ γὰρ ἂν ὑποστρέψειέ τις νικηφόρος οὐδ᾽ ὥστε παῖδας εὐφρᾶναι καὶ γυναῖκας. τοσοῦτον ὑμῖν ἀνδρείας τὸ περιὸν ἐκ θεοῦ προνοίας ἀνῄρηται, καὶ τὰ περιττὰ μειοῦν ἰσχὺς καὶ τὰ λείποντα διδόναι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: