previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[118]

Καὶ μὲν τοιαῦτα ἐπεθείαζεν οὐκ ὢν ἐν ἑαυτῷ τῷ δὲ θείῳ πνεύματι πρὸς αὐτὰ νενικημένος. τοῦ δὲ Βαλάκου δυσχεραίνοντος καὶ παραβαίνειν αὐτὸν τὰς συνθήκας ἐφ᾽ αἷς αὐτὸν ἀντὶ μεγάλων λάβοι δωρεῶν παρὰ τῶν συμμάχων ἐπικαλοῦντος, ἐλθόντα γὰρ ἐπὶ κατάρᾳ τῶν πολεμίων ὑμνεῖν αὐτοὺς ἐκείνους καὶ μακαριωτάτους ἀποφαίνειν ἀνθρώπων, [119] Βάλακε, φησί, περὶ τῶν ὅλων λογίζῃ καὶ δοκεῖς ἐφ᾽ ἡμῖν εἶναί τι περὶ τῶν τοιούτων σιγᾶν λέγειν, ὅταν ἡμᾶς τὸ τοῦ θεοῦ λάβῃ πνεῦμα; φωνὰς γὰρ ἃς βούλεται τοῦτο καὶ λόγους οὐδὲν ἡμῶν εἰδότων ἀφίησιν. [120] ἐγὼ δὲ μέμνημαι μὲν ὧντε καὶ σὺ καὶ Μαδιηνῖται δεηθέντες ἐνταυθοῖ με προθύμως ἠγάγετε καὶ δι᾽ τὴν ἄφιξιν ἐποιησάμην, ἦν τέ μοι δι᾽ εὐχῆς μηδὲν ἀδικῆσαί σου τὴν ἐπιθυμίαν. [121] κρείττων δὲ θεὸς ὧν ἐγὼ χαρίζεσθαι διεγνώκειν: καὶ παντελῶς ἀσθενεῖς οἱ προγινώσκειν περὶ τῶν ἀνθρωπίνων παρ᾽ ἑαυτῶν ὑπολαμβάνοντες, ὡς μὴ ταῦθ᾽ ἅπερ ὑπαγορεύει τὸ θεῖον λέγειν, βιάζεσθαι δὲ τὴν ἐκείνου βούλησιν: [122] οὐδὲν γὰρ ἐν ἡμῖν ἔτι φθάσαντος εἰσελθεῖν ἐκείνου ἡμέτερον. ἔγωγ᾽ οὖν τὸν στρατὸν τοῦτον οὔτ᾽ ἐπαινέσαι προεθέμην οὔτ᾽ ἐφ᾽ οἷς τὸ γένος αὐτῶν θεὸς ἀγαθοῖς ἐμηχανήσατο διελθεῖν, ἀλλ᾽ εὐμενὴς αὐτοῖς οὗτος ὢν καὶ σπεύδων αὐτοῖς εὐδαίμονα βίον καὶ κλέος αἰώνιον παρασχεῖν ἐμοὶ τοιούτων ἀπαγγελίαν λόγων ὑπέθετο. [123] νῦν δέ, χαρίζεσθαί τε γὰρ αὐτῷ σοὶ διὰ σπουδῆς ἐστί μοι καὶ Μαδιηνίταις, ὧν ἀπώσασθαί μοι τὴν ἀξίωσιν οὐκ εὐπρεπές, φέρε βωμούς τε ἑτέρους αὖθις ἐγείρωμεν καὶ θυσίας ταῖς πρὶν παραπλησίας ἐπιτελέσωμεν, εἰ πεῖσαι τὸν θεὸν δυνηθείην ἐπιτρέψαι μοι τοὺς ἀνθρώπους ἀραῖς ἐνδῆσαι.’ [124] συγχωρήσαντος δὲ τοῦ Βαλάκου δὶς μὲν τεθυκότι τὸ θεῖον οὐκ ἐπένευσε τὰς κατὰ τῶν Ἰσραηλιτῶν ἀράς, θύσας δὲ καὶ τρίτον ἄλλων πάλιν ἀνασταθέντων βωμῶν οὐδὲ τότε μὲν κατηράσατο τοῖς Ἰσραηλίταις, [125] πεσὼν δ᾽ ἐπὶ στόμα πάθη προύλεγεν ὅσα τε βασιλεῦσιν ἔσται καὶ ὅσα πόλεσι ταῖς ἀξιολογωτάταις, ὧν ἐνίαις οὐδ᾽ οἰκεῖσθαί πω συνέβαινε τὴν ἀρχήν, τε καὶ προϋπῆρξεν ἐν τοῖς ἔμπροσθεν χρόνοις γενόμενα τοῖς ἀνθρώποις διὰ γῆς θαλάσσης εἰς μνήμην τὴν ἐμήν. ἐξ ὧν ἁπάντων λαβόντων τέλος ὁποῖον ἐκεῖνος προεῖπε τεκμαίροιτ᾽ ἄν τις, τι καὶ ἔσοιτο πρὸς τὸ μέλλον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: