previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[285]

Παρακαταθήκην δὲ ὥσπερ ἱερόν τι καὶ θεῖον χρῆμα παραλαβὼν φυλακῆς ἀξιούτω, καὶ μηδεὶς ἀποστερῆσαι θρασυνθείη τὸν πεπιστευκότα μήτ᾽ ἀνὴρ μήτε γυνή, μηδ᾽ εἰ χρυσὸν ἄπειρον μέλλοι κερδαίνειν, καταφρονῶν τῷ μηδένα εἶναι τὸν ἐξελέγξοντα. [286] καθόλου μὲν γὰρ τὸ συνειδὸς ἐπιστάμενον τὸ αὐτοῦ προσῆκεν ἕκαστον εὖ πράττειν, καὶ μάρτυρι ἀρκούμενος αὐτῷ πάντα ποιείτω παρ᾽ ἄλλων ἔπαινον αὐτῷ παρέξει, μάλιστα δὲ τὸν θεόν, ὃν οὐδεὶς πονηρὸς ὢν λανθάνει. [287] εἰ δὲ μηδὲν ἐπίβουλον δρῶν πιστευθεὶς ἀπολέσειεν, ἀφικόμενος ἐπὶ τοὺς ἑπτὰ κριτὰς ὀμνύτω τὸν θεόν, ὅτι μηδὲν παρὰ τὴν αὐτοῦ βούλησιν ἀπόλοιτο καὶ κακίαν οὐδὲ χρησαμένου τινὶ μέρει αὐτῆς, καὶ οὕτως ἀνεπαιτίατος ἀπίτω. χρησάμενος δὲ κἂν ἐλαχίστῳ μέρει τῶν πεπιστευμένων ἂν ἀπολέσας τύχῃ τὰ λοιπὰ πάντα ἔλαβεν ἀποδοῦναι κατεγνώσθω. [288] ὁμοίως δὲ τῷ περὶ παρακαταθηκῶν κἂν μισθόν τις ἀποστερήσῃ τῶν ἐπὶ σώμασι τοῖς αὐτῶν ἐργαζομένων, μεμισήσθω. ὅθεν οὐκ ἀποστερητέον ἀνδρὸς πένητος μισθὸν εἰδότας, ὡς ἀντὶ γῆς καὶ τῶν ἄλλων κτημάτων θεὸς αὐτῷ τοῦτον εἴη παρεσχηκώς: ἀλλὰ μηδὲ ἀναβάλλεσθαι τὴν ἀπόδοσιν, ἀλλ᾽ αὐθημερὸν ἐκτίνειν ὡς οὐ βουλομένου τοῦ θεοῦ τῆς ἐξ ὧν πεπόνηκε χρήσεως ὑστερεῖν τὸν ἐργασάμενον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: