previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[311]

Ἐδίδασκε δὲ αὐτούς, ὡς ἂν αἱ θυσίαι τῷ θεῷ μᾶλλον κεχαρισμέναι γένοιντο καὶ ὅπως ἂν οἱ στρατεύοντες ἐξίοιεν τεκμηρίῳ χρώμενοι τοῖς λίθοις, ὡς καὶ πρότερον δεδήλωκα. προεφήτευσε δὲ καὶ Ἰησοῦς Μωυσέος παρόντος. [312] ἔπειτα πάνθ᾽ ὅσα ποιήσειεν ὑπὲρ τῆς τοῦ λαοῦ σωτηρίας ἔν τε πολέμοις καὶ κατ᾽ εἰρήνην νόμους τε συντιθεὶς καὶ τὸν τῆς πολιτείας κόσμον συμπορίζων ἀναλογιζόμενος προεῖπεν, ὡς δηλώσειεν αὐτῷ τὸ θεῖον, ὅτι παραβάντες τὴν πρὸς αὐτὸν θρησκείαν πειραθήσονται κακῶν, [313] ὡς ὅπλων τε αὐτοῖς πολεμίων πληρωθῆναι τὴν γῆν καὶ κατασκαφῆναι πόλεις καὶ τὸν νεὼν καταπρησθῆναι καὶ πραθέντας δουλεύειν ἀνδράσιν οὐδένα ληψομένοις οἶκτον ἐπὶ ταῖς συμφοραῖς αὐτῶν, μετανοήσειν δ᾽ αὐτοὺς ἐπὶ μηδενὶ χρησίμῳ ταῦτα πάσχοντας. [314] μέντοι θεὸς κτίσας ὑμᾶς πόλεις τε πολίταις ὑμετέροις ἀποδώσει καὶ τὸν ναόν: ἔσεσθαι δὲ τὴν τούτων ἀποβολὴν οὐχ ἅπαξ, ἀλλὰ πολλάκις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: