previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[315]

Παρορμήσας οὖν τὸν Ἰησοῦν ἐπὶ τοὺς Χαναναίους στρατιὰν ἐξάγειν, ὡς τοῦ θεοῦ συνεργοῦντος οἷς ἂν ἐπιχειρήσειε, καὶ πᾶσαν ἐπευφημήσας τὴν πληθύν, ‘ἐπεί, φησί, πρὸς τοὺς ἡμετέρους ἄπειμι προγόνους καὶ θεὸς τήνδε μοι τὴν ἡμέραν τῆς πρὸς ἐκείνους ἀφίξεως ὥρισε, [316] χάριν μὲν αὐτῷ ζῶν ἔτι καὶ παρὼν ὑμῖν ἔχειν ὁμολογῶ προνοίας τε τῆς ὑπὲρ ὑμῶν, ἣν οὐχ ὑπὲρ ἀπαλλαγῆς μόνον τῶν ὑμετέρων ἐποιήσατο κακῶν, ἀλλὰ καὶ δωρεᾶς τῶν κρειττόνων, ὅτι τε πονοῦντί μοι καὶ κατὰ πᾶσαν ἐπὶ νοῦν τῆς ἐπὶ τὸ βέλτιον ὑμῶν μεταβολῆς φροντίδα λαμβάνοντι συνηγωνίσατο καὶ παρέσχεν ἐν ἅπασιν αὑτὸν ὑμῖν εὐμενῆ. [317] μᾶλλον δ᾽ αὐτὸς ἦν καὶ τὴν ἀφήγησιν αὐτῶν διδοὺς καὶ τὰ τέλη χαριζόμενος, ὑποστρατήγῳ χρώμενος ἐμοὶ καὶ ὑπηρέτῃ ὧν τὸν ἡμέτερον λαὸν εὐεργετεῖν ἠθέλησεν. [318] ἀνθ᾽ ὧν προευλογῆσαι τὴν τοῦ θεοῦ δύναμιν, μελήσει καὶ πρὸς τὸ μέλλον ὑμῶν, ἀπαλλασσόμενος καλῶς ἔχειν ἡγησάμην, αὐτός τε ταύτην ὀφειλομένην ἀμοιβὴν ἀποδιδοὺς καὶ καταλείπων εἰς μνήμην ὑμῖν τὸ σέβειν τε καὶ τιμᾶν προσήκειν τοῦτον ὑμῖν καὶ τοὺς νόμους πάντων ὧν τε παρέσχηκε καὶ μένων εὐμενὴς ἔτι παρέξει δώρημα κάλλιστον φυλάττειν. [319] ὡς δεινὸς μὲν ἐχθρὸς καὶ ἄνθρωπος νομοθέτης ὑβριζομένων αὐτῷ τῶν νόμων καὶ μάτην κειμένων, θεοῦ δὲ μὴ πειραθείητε χαλεπαίνοντος ὑπὲρ ἀμελουμένων νόμων, οὓς αὐτὸς γεννήσας ὑμῖν ἔδωκε.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: