- Ὡς Ἰησοῦς ὁ στρατηγὸς τῶν Ἑβραίων πολεμήσας πρὸς Χαναναίους καὶ κρατήσας αὐτῶν τοὺς μὲν διέφθειρε, τὴν δὲ γῆν κατακληρουχήσας διένειμε ταῖς φυλαῖς. β.
- ὡς ἀποθανόντος τοῦ στρατηγοῦ παραβαίνοντες οἱ Ἰσραηλῖται τοὺς πατρίους νόμους μεγάλων ἐπειράθησαν συμφορῶν, καὶ στασιασάντων ἡ Βενιαμὶς διεφθάρη φυλὴ χωρὶς ἀνδρῶν ἑξακοσίων. γ.
- πῶς μετὰ ταύτην τὴν κακοπραγίαν ἀσεβήσαντας αὐτοὺς ὁ θεὸς Ἀσσυρίοις ἐδούλωσεν. δ.
- ἡ διὰ Κενίζου τοῦ Ἀθνιήλου παιδὸς αὐτοῖς ἐλευθερία γενομένη ἄρξαντος ἔτη τεσσαράκοντα λεγομένου δὲ παρά τε Ἕλλησι καὶ Φοίνιξι κριτοῦ. ε.
- ὅτι πάλιν ὁ λαὸς ἡμῶν ἐδούλευσε Μωαβίταις ὀκτωκαίδεκα ἔτη καὶ ὑπό τινος Ἰούδου τῆς δουλείας ἀπηλλάγη τὴν ἀρχὴν ἐπ᾽ ἔτη κατασχόντος ὀγδοήκοντα. [στιγμα].
- ὡς Χαναναίων αὐτοὺς καταδουλωσαμένων ἐπ᾽ ἔτη εἴκοσιν ἠλευθερώθησαν ὑπὸ Βαράκου καὶ Δεβώρας, οἳ ἦρξαν αὐτῶν ἐπ᾽ ἔτη τεσσαράκοντα. ζ.
- ὅτι πολεμήσαντες Ἀμαληκῖται τοῖς Ἰσραηλίταις ἐνίκησάν τε καὶ τὴν χώραν ἐκάκωσαν ἔτη ἑπτά. η.
- ὡς Γεδεὼν αὐτοὺς ἠλευθέρωσεν ἀπὸ Ἀμαληκιτῶν καὶ ἦρξε τοῦ πλήθους ἐπὶ ἔτη τεσσαράκοντα. θ.
- ὅτι μετ᾽ αὐτὸν πολλοὶ γενόμενοι διάδοχοι τοῖς πέριξ ἔθνεσιν ἐπολέμησαν ἱκανῷ χρόνῳ. ι.
- περὶ τῆς Σαμψῶνος ἀνδρείας καὶ ὅσων κακῶν αἴτιος Παλαιστίνοις ἐγένετο. ια.
- ὡς οἱ υἱοὶ Ἠλῖ τοῦ ἱερέως ἐσφάγησαν ἐν τῇ πρὸς Παλαιστίνους μάχῃ. ιβ.
- ὡς ὁ πατὴρ αὐτῶν ἀκούσας τὴν συμφορὰν βαλὼν ἑαυτὸν ἀπὸ τοῦ θρόνου ἀπέθανεν. ιγ.
- ὡς νικήσαντες ἐν τούτῳ τῷ πολέμῳ τοὺς Ἑβραίους οἱ Παλαιστῖνοι καὶ τὴν κιβωτὸν αὐτῶν αἰχμάλωτον ἔλαβον. ιδ.
- ὡς οἱ ἀπὸ Κενίζου ἄρξαντες πάντες κριταὶ ἐκλήθησαν.
This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.