previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Μωυσέος δὲ τὸν προειρημένον τρόπον ἐξ ἀνθρώπων ἀπογεγονότος Ἰησοῦς ἁπάντων ἤδη τῶν ἐπ᾽ αὐτῷ νενομισμένων τέλος ἐχόντων καὶ τοῦ πένθους λελωφηκότος παρήγγειλεν ἐπὶ στρατείαν ἕτοιμον εἶναι τὸ πλῆθος, [2] πέμπει τε κατασκόπους εἰς Ἱεριχοῦντα τήν τε δύναμιν αὐτῶν καὶ τίνα διάνοιαν ἔχουσιν αὐτοὶ γνωσομένους, αὐτὸς δὲ ἐξήταζε τὸν στρατὸν ὡς κατὰ καιρὸν διαβησόμενος τὸν Ἰόρδανον. [3] ἀνακαλεσάμενος δὲ τοὺς τῆς Ῥουβηλίδος φυλῆς ἄρχοντας καὶ τοὺς τῆς Γάδιδος καὶ Μανασσήτιδος προεστῶτας, ἐξ ἡμισείας γὰρ καὶ τῇδε τῇ φυλῇ τὴν Ἀμορίαν κατοικεῖν ἐπετέτραπτο τῆς Χαναναίων γῆς ἕβδομον οὖσαν μέρος, ὑπεμίμνησκεν ὑπέσχοντο Μωυσεῖ, [4] καὶ παρεκάλει χαριζομένους τῇ τε ἐκείνου προνοίᾳ μηδ᾽ ὅτε ἀπέθνησκε περὶ αὐτοὺς καμούσῃ τῷ τε κοινῇ συμφέροντι παρέχειν αὑτοὺς εἰς τὰ παραγγελλόμενα προθύμους. τῶν δ᾽ ἑπομένων ὁπλίταις πεντακισμυρίοις ἀπὸ τῆς Ἀβέλης ἐπὶ τὸν Ἰόρδανον ἐξῄει σταδίους ἑξήκοντα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: