previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[45]

Ἰησοῦς δὲ ἁγνίσας τὸν στρατὸν ἐξῆγεν ἐπὶ τὴν Ναϊὰν αὐτὸς καὶ νυκτὸς τὰ περὶ τὴν πόλιν ἐνέδραις προλοχίσας ὑπὸ τὸν ὄρθρον συμβάλλει τοῖς πολεμίοις. τῶν δὲ μετὰ θράσους αὐτοῖς διὰ τὴν προτέραν νίκην ἐπιόντων ὑποχωρεῖν προσποιησάμενος ἕλκει τῷ τρόπῳ τούτῳ μακρὰν αὐτοὺς τῆς πόλεως διώκειν οἰομένους καὶ ὡς ἐπὶ νίκῃ καταφρονοῦντας. [46] ἔπειτ᾽ ἀναστρέψας τὴν δύναμιν κατὰ πρόσωπον αὐτοῖς ποιεῖ, σημεῖά τε δοὺς πρὸς τοὺς ἐν ταῖς ἐνέδραις συνετέτακτο κἀκείνους ἐπὶ τὴν μάχην ἐξανίστησιν. οἱ δ᾽ εἰσεπήδων εἰς τὴν πόλιν τῶν ἔνδον περὶ τοῖς τείχεσιν ὄντων, ἐνίων δὲ καὶ πρὸς θέαν τῶν ἔξω τὴν γνώμην περισπωμένων. [47] καὶ οἱ μὲν τὴν πόλιν ᾕρουν καὶ πάντας τοὺς ἐντυγχάνοντας ἔκτεινον, Ἰησοῦς δὲ τοὺς προσελθόντας εἰς χεῖρας βιασάμενος φυγεῖν τρέπεται, συνελαυνόμενοι δὲ ὡς εἰς ἀκέραιον τὴν πόλιν ἐπεὶ καὶ ταύτην ἐχομένην ἑώρων καὶ καταπιμπραμένην ὁμοῦ γυναιξὶ καὶ τέκνοις κατέλαβον, διὰ τῶν ἀγρῶν σκεδασθέντες καὶ ἀμύνειν αὐτοῖς ὑπὸ μονώσεως οὐ δυνάμενοι *. [48] τοιαύτης δὲ τῆς συμφορᾶς τοὺς Ναϊτιανοὺς καταλαβούσης, παίδων τε ὄχλος ἑάλω καὶ γυναικῶν καὶ θεραπείας καὶ τῆς ἄλλης ἀποσκευῆς ἄπειρόν τι πλῆθος, ἀγέλας τε βοσκημάτων ἔλαβον οἱ Ἑβραῖοι καὶ χρήματα πολλά, καὶ γὰρ πλούσιον ἦν τὸ χωρίον, καὶ ταῦτα πάντα τοῖς στρατιώταις Ἰησοῦς διένειμεν ἐν Γαλγάλοις γενόμενος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: