previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[5]

Καὶ στρατοπεδεύσαντος εὐθὺς οἱ κατάσκοποι παρῆσαν μηδὲν ἀγνοήσαντες τῶν παρὰ τοῖς Χαναναίοις: ἐλθόντες γὰρ τὸ πρῶτον ἅπασαν ἐπ᾽ ἀδείας αὐτῶν τὴν πόλιν κατενόησαν, τῶν τε τειχῶν ὅσα καρτερὰ καὶ ὅσα μὴ τοῦτον ἔχει τὸν τρόπον αὐτοῖς ἀσφαλῶς καὶ τῶν πυλίδων αἳ πρὸς εἴσοδον τῷ στρατοπέδῳ δι᾽ ἀσθένειαν συνέφερον. [6] ἠμέλουν δὲ θεωμένων οἱ ἐντυγχάνοντες κατὰ ἱστορίαν ξένοις προσήκουσαν ἀκριβῶς ἕκαστα πολυπραγμονεῖν τῶν ἐν τῇ πόλει νομίζοντες, ἀλλ᾽ οὐχὶ διανοίᾳ πολεμίων. [7] ὡς δὲ γενομένης ὀψίας ὑποχωροῦσιν εἴς τι καταγώγιον τοῦ τείχους πλησίον, εἰς καὶ προήχθησαν δειπνοποιησάμενοι καὶ περὶ ἀπαλλαγῆς αὐτοῖς τὸ λοιπὸν φροντὶς ἦν, [8] μηνύονται τῷ βασιλεῖ περὶ δεῖπνον ὄντι κατασκεψόμενοί τινες τὴν πόλιν ἀπὸ τοῦ τῶν Ἑβραίων στρατοπέδου παρεῖναι καὶ ὄντες ἐν τῷ τῆς Ῥαάβης καταγωγίῳ μετὰ πολλῆς τῆς τοῦ λανθάνειν προνοίας ὑπάρχειν. δ᾽ εὐθὺς πέμψας πρὸς αὐτοὺς ἐκέλευσεν ἀγαγεῖν συλλαβόντας, ἵνα βασανίσας μάθῃ, τί καὶ βουλόμενοι παρεῖεν. [9] ὡς δ᾽ ἔγνω τὴν ἔφοδον αὐτῶν Ῥαάβη, λίνου γὰρ ἀγκαλίδας ἐπὶ τοῦ τείχους ἔψυχε, τοὺς μὲν κατασκόπους εἰς ταύτας ἀποκρύπτει, τοῖς δὲ πεμφθεῖσιν ὑπὸ τοῦ βασιλέως ἔλεγεν, ὡς ξένοι τινὲς εἶεν ἀγνῶτες ὀλίγῳ πρότερον δῦναι τὸν ἥλιον παρ᾽ αὐτῇ δειπνήσαντες ἀπαλλαγεῖεν, οὓς εἰ φοβεροὶ τῇ πόλει δοκοῦσιν, κίνδυνον τῷ βασιλεῖ φέροντες ἧκον, ἀπόνως εἶναι λαβεῖν διωχθέντας. [10] οἱ δὲ τῆς γυναικὸς οὕτως αὐτοὺς ὑπελθούσης οὐδένα ὑπονοήσαντες δόλον ἀπῆλθον οὐδ᾽ ἐρευνήσαντες τὸ καταγώγιον. ἐπεὶ δ᾽ ὁρμήσαντες καθ᾽ ἃς ἐνόμιζον αὐτοὺς μάλιστα τῶν ὁδῶν ἀπέρχεσθαι καὶ κατὰ τὰς εἰς τὸν ποταμὸν φερούσας οὐδενὶ γνωρίσματι περιετύγχανον, παύονται τοῦ πονεῖν. [11] τοῦ δὲ θορύβου σταλέντος Ῥαάβη καταγαγοῦσα τοὺς ἄνδρας καὶ τὸν κίνδυνον εἰποῦσα, ὃν ὑπὲρ τῆς αὐτῶν ὑπέλθοι σωτηρίας, ἁλοῦσαν γὰρ ἀποκρύπτουσαν αὐτοὺς οὐκ ἂν διαφυγεῖν τὴν ἐκ τοῦ βασιλέως τιμωρίαν, ἀλλὰ πανοικὶ αὐτὴν ἀπολέσθαι κακῶς, [12] παρακαλέσασα διὰ μνήμης ἔχειν, ὅταν ἐγκρατεῖς τῆς Χαναναίων γῆς καταστάντες ἀμοιβὴν ἐκτῖσαι δύνωνται τῆς ἄρτι σωτηρίας, χωρεῖν ἐκέλευεν ἐπὶ τὰ οἰκεῖα ὀμόσαντας μὴν σώσειν αὐτὴν καὶ τὰ αὐτῆς, ὅταν τὴν πόλιν ἑλόντες φθείρωσι πάντας τοὺς ἐν αὐτῇ κατὰ ψήφισμα τὸ παρ᾽ αὐτοῖς γενόμενον: ταῦτα γὰρ εἰδέναι σημείοις τοῖς ἐκ τοῦ θεοῦ διδαχθεῖσαν. [13] οἱ δὲ καὶ τῶν παρόντων αὐτῇ χάριν ἔχειν ὡμολόγουν καὶ περὶ τῶν αὖθις ὤμνυον ἔργῳ τὴν ἀμοιβὴν ἀποδώσειν: ἡνίκα δ᾽ ἂν αἴσθηται μελλούσης ἁλίσκεσθαι τῆς πόλεως, συνεβούλευον κτῆσίν τε τὴν αὐτῆς καὶ τοὺς οἰκείους ἅπαντας εἰς τὸ καταγώγιον ἀποθεμένην ἐγκαθεῖρξαι πρὸ τῶν θυρῶν ἀνατείνασαν φοινικίδας, ὅπως εἰδὼς τὴν οἰκίαν στρατηγὸς φυλάττηται κακῶς ποιεῖν: [14]μηνύσομεν γὰρ αὐτῷ, ἔφασαν, διὰ τὸ σὸν σώζεσθαι πρόθυμον. εἰ δέ τις ἐν τῇ μάχῃ πέσοι τῶν σῶν, σύ τε οὐκ ἂν ἡμῖν ἐπενέγκοις αἰτίαν καὶ τὸν θεὸν ὃν ὀμωμόκαμεν παραιτούμεθα μηδὲν ὡς ἐπὶ παραβαίνουσι τοὺς ὅρκους δυσχερᾶναι.’ [15] καὶ οἱ μὲν ταῦτα συνθέμενοι ἐχώρουν διὰ τοῦ τείχους καθιμήσαντες ἑαυτούς, καὶ διασωθέντες πρὸς τοὺς οἰκείους ἐδήλωσαν ὅσα πράξαντες ἐπὶ τῆς πόλεως ἧκον: Ἰησοῦς δὲ τῷ ἀρχιερεῖ Ἐλεαζάρῳ καὶ τῇ γερουσίᾳ φράζει τὰ τοῖς σκοποῖς ὁμοθέντα πρὸς τὴν Ῥαάβην: οἱ δ᾽ ἐπεκύρουν τὸν ὅρκον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: