previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[341]

Βούλομαι δὲ τὰ περὶ τοῦ προφήτου πρότερον διεξελθὼν ἔπειθ᾽ οὕτως τὰ περὶ τοὺς Ἠλὶ παῖδας εἰπεῖν καὶ τὴν δυστυχίαν τὴν τῷ παντὶ λαῷ Ἑβραίων γενομένην. [342] Ἀλκάνης Λευίτης ἀνὴρ τῶν ἐν μέσῳ πολιτῶν τῆς Ἐφράμου κληρουχίας Ῥαμαθὰν πόλιν κατοικῶν ἐγάμει δύο γυναῖκας Ἄνναν τε καὶ Φενάνναν. ἐκ δὴ ταύτης καὶ παῖδες αὐτῷ γίνονται, τὴν δ᾽ ἑτέραν ἄτεκνον οὖσαν ἀγαπῶν διετέλει. [343] ἀφικομένου δὲ μετὰ τῶν γυναικῶν τοῦ Ἀλκάνου εἰς Σιλὼ πόλιν θῦσαι, ἐνταῦθα γὰρ σκηνὴ τοῦ θεοῦ ἐπεπήγει καθὼς προειρήκαμεν, καὶ πάλιν κατὰ τὴν εὐωχίαν νέμοντος μοίρας κρεῶν ταῖς τε γυναιξὶ καὶ τοῖς τέκνοις, Ἄννα θεασαμένη τοὺς τῆς ἑτέρας παῖδας τῇ μητρὶ περικαθημένους, εἰς δάκρυά τε προύπεσε καὶ τῆς ἀπαιδίας αὑτὴν ὠλοφύρετο καὶ τῆς μονώσεως. [344] καὶ τῆς τἀνδρὸς παραμυθίας τῇ λύπῃ κρατήσασα εἰς τὴν σκηνὴν ᾤχετο τὸν θεὸν ἱκετεύουσα δοῦναι γονὴν αὐτῇ καὶ ποιῆσαι μητέρα, ἐπαγγελλομένη τὸ πρῶτον αὐτῇ γενησόμενον καθιερώσειν ἐπὶ διακονίᾳ τοῦ θεοῦ δίαιταν οὐχ ὁμοίαν τοῖς ἰδιώταις ποιησόμενον. [345] διατριβούσης δ᾽ ἐπὶ ταῖς εὐχαῖς πολὺν χρόνον Ἠλὶς ἀρχιερεύς, ἐκαθέζετο γὰρ πρὸ τῆς σκηνῆς, ὡς παροινοῦσαν ἐκέλευεν ἀπιέναι. τῆς δὲ πιεῖν ὕδωρ φαμένης, λυπουμένης δ᾽ ἐπὶ παίδων ἀπορίᾳ τὸν θεὸν ἱκετεύειν, θαρσεῖν παρεκελεύετο παρέξειν αὐτῇ παῖδας τὸν θεὸν καταγγέλλων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: