previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[348]

Σαμουῆλος δὲ πεπληρωκὼς ἔτος ἤδη δωδέκατον προεφήτευε. καί ποτε κοιμώμενον ὀνομαστὶ ἐκάλεσεν θεός: δὲ νομίσας ὑπὸ τοῦ ἀρχιερέως πεφωνῆσθαι παραγίνεται πρὸς αὐτόν. οὐ φαμένου δὲ καλέσαι τοῦ ἀρχιερέως θεὸς εἰς τρὶς τοῦτο ποιεῖ. [349] καὶ Ἠλὶς διαυγασθείς φησι πρὸς αὐτόν, ‘ἀλλ᾽ ἐγὼ μὲν, Σαμουῆλε, σιγὴν ὡς καὶ τὸ πρὶν ἦγον, θεὸς δ᾽ ἐστὶν καλῶν, σήμαινέ τε πρὸς αὐτόν, ὅτι παρατυγχάνω.’ καὶ τοῦ θεοῦ φθεγξαμένου πάλιν ἀκούσας ἠξίου λαλεῖν ἐπὶ τοῖς χρωμένοις: οὐ γὰρ ὑστερήσειν αὐτὸν ἐφ᾽ οἷς ἂν θελήσῃ διακονίας. [350] καὶ θεόςἐπεί, φησί, παρατυγχάνεις, μάνθανε συμφορὰν Ἰσραηλίταις ἐσομένην λόγου μείζονα καὶ πίστεως τοῖς παρατυγχάνουσι, καὶ τοὺς Ἠλὶ δὲ παῖδας ἡμέρᾳ μιᾷ τεθνηξομένους καὶ τὴν ἱερωσύνην μετελευσομένην εἰς τὴν Ἐλεαζάρου οἰκίαν: Ἠλὶς γὰρ τῆς ἐμῆς θεραπείας μᾶλλον τοὺς υἱοὺς καὶ παρὰ τὸ συμφέρον αὐτοῖς ἠγάπησε.’ [351] ταῦτα βιασάμενος ὅρκοις εἰπεῖν αὐτῷ τὸν προφήτην Ἠλίς, οὐ γὰρ ἐβούλετο λυπεῖν αὐτὸν λέγων, ἔτι μᾶλλον βεβαιοτέραν εἶχε τὴν προσδοκίαν τῆς τῶν τέκνων ἀπωλείας. Σαμουήλου δὲ ηὔξετο ἐπὶ πλέον δόξα πάντων ὧν προεφήτευσεν ἀληθινῶν βλεπομένων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: