previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[357]

Ἀπαγγελθείσης δὲ τῆς ἥττης εἰς τὴν Σιλὼ καὶ τῆς αἰχμαλωσίας τῆς κιβωτοῦ, Βενιαμίτης γάρ τις αὐτοῖς ἄγγελος ἀφικνεῖται νεανίας παρατετευχὼς τῷ γεγονότι, πένθους ἀνεπλήσθη πᾶσα πόλις. [358] καὶ Ἠλὶς ἀρχιερεύς, ἐκαθέζετο γὰρ καθ᾽ ἑτέρας τῶν πυλῶν ἐφ᾽ ὑψηλοῦ θρόνου, ἀκούσας οἰμωγῆς καὶ νομίσας νεώτερόν τι πεπρᾶχθαι περὶ τοὺς οἰκείους καὶ μεταπεμψάμενος τὸν νεανίαν, ὡς ἔγνω τὰ κατὰ τὴν μάχην, ῥᾴων ἦν ἐπὶ τὸ τοῖς παισὶ τοῖς αὐτοῦ συνενηνεγμένοις περὶ τὸ στρατόπεδον ὡς ἂν προεγνωκὼς παρὰ τοῦ θεοῦ τὸ συμβησόμενον καὶ προαπηγγελκώς: συνέχει γὰρ ἀκριβῶς τὰ κατὰ προσδοκίαν συντυχόντα τῶν δεινῶν. [359] ὡς δὲ καὶ τὴν κιβωτὸν ἤκουσεν ᾐχμαλωτίσθαι πρὸς τῶν πολεμίων, ὑπὸ τοῦ παρ᾽ ἐλπίδας αὐτῷ τοῦτο προσπεσεῖν περιαλγήσας ἀποκυλισθεὶς ἀπὸ τοῦ θρόνου τελευτᾷ, ὀκτὼ καὶ ἐνενήκοντα βιώσας ἔτη τὰ πάντα καὶ τούτων τεσσαράκοντα κατασχὼν τὴν ἀρχήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: