previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[155]

Ὡς δὲ τοιαῦτα τοῖς Ἰσραηλίταις τὰ παρὰ τῶν Γαβαηνῶν ἀπηγγέλθη, ὅρκους ποιοῦνται μηδένα σφῶν ἀνδρὶ Βενιαμίτῃ δώσειν πρὸς γάμον θυγατέρα στρατεύσειν τε ἐπ᾽ αὐτούς, μᾶλλον αὐτοῖς δι᾽ ὀργῆς ὄντες τοῖς Χαναναίοις τοὺς προγόνους ἡμῶν παρειλήφαμεν γενομένους. [156] παραχρῆμά τε ἐξῆγον ἐπ᾽ αὐτοὺς τὸ στρατόπεδον μυριάδας τεσσαράκοντα ὁπλιτῶν: καὶ Βενιαμιτῶν τὸ ὁπλιτικὸν ἦν ὑπὸ δισμυρίων καὶ πεντακισχιλίων καὶ ἑξακοσίων, ὧν ἦσαν εἰς πεντακοσίους ταῖς λαιαῖς τῶν χειρῶν σφενδονᾶν ἄριστοι, [157] ὥστε καὶ μάχης πρὸς τῇ Γαβᾷ γενομένης τρέπουσι τοὺς Ἰσραηλίτας οἱ Βενιαμῖται ἄνδρες τε πίπτουσιν ἐξ αὐτῶν εἰς δισμυρίους καὶ δισχιλίους, ἐφθάρησαν δὲ ἴσως ἂν καὶ πλείονες, εἰ μὴ νὺξ αὐτοὺς ἐπέσχε καὶ διέλυσε μαχομένους. [158] καὶ οἱ μὲν Βενιαμῖται χαίροντες ἀνεχώρουν εἰς τὴν πόλιν, οἱ δ᾽ Ἰσραηλῖται καταπεπληγότες ὑπὸ τῆς ἥττης εἰς τὸ στρατόπεδον. τῇ δ᾽ ἐπιούσῃ πάλιν συμβαλόντων οἱ Βενιαμῖται κρατοῦσι καὶ θνήσκουσι τῶν Ἰσραηλιτῶν ὀκτακισχίλιοι καὶ μύριοι, καὶ δείσαντες τὸν φόνον ἐξέλιπον τὸ στρατόπεδον. [159] παραγενόμενοι δὲ εἰς Βέθηλα πόλιν ἔγγιστα κειμένην καὶ νηστεύσαντες κατὰ τὴν ὑστεραίαν τὸν θεὸν ἱκέτευον διὰ Φινεέσου τοῦ ἀρχιερέως παύσασθαι τῆς ὀργῆς τῆς πρὸς αὐτοὺς καὶ ταῖς δυσὶν αὐτῶν ἥτταις ἀρκεσθέντα δοῦναι νίκην καὶ κράτος κατὰ τῶν πολεμίων. δὲ θεὸς ἐπαγγέλλεται ταῦτα διὰ Φινεέσου προφητεύσαντος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: