previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[188]

Τῆς Βενιαμίτιδος φυλῆς νεανίας Ἰούδης μὲν τοὔνομα Γήρα τε πατρὸς τολμῆσαί τε ἀνδρειότατος καὶ τῷ σώματι πρὸς τὰ ἔργα χρῆσθαι δυνατὸς τῶν χειρῶν τὴν ἀριστερὰν ἀμείνων κἀπ᾽ ἐκείνης τὴν ἅπασαν ἰσχὺν ἔχων κατῴκει μὲν ἐν Ἱεριχοῦντι καὶ αὐτός, [189] συνήθης δὲ γίνεται τῷ Ἐγλῶνι δωρεαῖς αὐτὸν θεραπεύων καὶ ὑπερχόμενος, ὡς διὰ τοῦτο καὶ τοῖς περὶ τὸν βασιλέα προσφιλῆ τυγχάνειν αὐτόν. [190] καί ποτε σὺν δυσὶν οἰκέταις δῶρα τῷ βασιλεῖ φέρων ξιφίδιον κρύφα τῷ δεξιῷ σκέλει περιδησάμενος εἰσῄει πρὸς αὐτόν. ὥρα δ᾽ ἦν θέρους καὶ τῆς ἡμέρας ἤδη μεσούσης ἀνεῖντο αἱ φυλακαὶ ὑπό τε τοῦ καύματος καὶ πρὸς ἄριστον τετραμμένων. [191] δοὺς οὖν τὰ δῶρα τῷ Ἐγλῶνι νεανίσκος, διέτριβε δ᾽ ἔν τινι δωματίῳ δεξιῶς πρὸς θέρος ἔχοντι, πρὸς ὁμιλίαν ἐτράποντο. μόνοι δ᾽ ἦσαν τοῦ βασιλέως καὶ τοὺς ἐπεισιόντας τῶν θεραπόντων ἀπιέναι κελεύσαντος διὰ τὸ πρὸς Ἰούδην ὁμιλεῖν. [192] καθῆστο δ᾽ ἐπὶ θρόνου καὶ δέος εἰσῄει τὸν Ἰούδην, μὴ διαμάρτῃ καὶ μὴ δῷ καιρίαν πληγήν. ἀνίστησιν οὖν αὐτὸν ὄναρ εἰπὼν ἔχειν ἐκ προστάγματος αὐτῷ δηλῶσαι τοῦ θεοῦ. [193] καὶ μὲν πρὸς τὴν χαρὰν τὴν τοῦ ὀνείρατος ἀνεπήδησεν ἀπὸ τοῦ θρόνου, πλήξας δ᾽ αὐτὸν Ἰούδης εἰς τὴν καρδίαν καὶ τὸ ξιφίδιον ἐγκαταλιπὼν ἔξεισι προσκλίνας τὴν θύραν. οἵ τε θεράποντες ἠρέμουν εἰς ὕπνον τετράφθαι νομίζοντες τὸν βασιλέα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: