previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[194]

δ᾽ Ἰούδης τοῖς Ἱεριχουντίοις ἀποσημαίνων κρυπτῶς παρεκάλει τῆς ἐλευθερίας ἀντιλαμβάνεσθαι. οἱ δ᾽ ἀσμένως ἀκούσαντες αὐτοί τε εἰς τὰ ὅπλα ᾔεσαν καὶ διέπεμπον εἰς τὴν χώραν τοὺς ἀποσημαίνοντας κέρασιν οἰῶν: τούτοις γὰρ συγκαλεῖν τὸ πλῆθος πάτριον. [195] οἱ δὲ περὶ τὸν Ἐγλῶνα πολὺν μὲν χρόνον ἠγνόουν τὸ συμβεβηκὸς αὐτῷ πάθος, ἐπεὶ δὲ πρὸς ἑσπέραν ἦν, δείσαντες μή τι νεώτερον εἴη περὶ αὐτὸν γεγονός, εἰσῆλθον εἰς τὸ δωμάτιον καὶ νεκρὸν εὑρόντες ἐν ἀμηχανίᾳ καθειστήκεσαν, καὶ πρὶν τὴν φρουρὰν συστραφῆναι τὸ τῶν Ἰσραηλιτῶν αὐτοῖς ἐπέρχεται πλῆθος. [196] καὶ οἱ μὲν παραχρῆμα ἀναιροῦνται, οἱ δ᾽ εἰς φυγὴν τρέπονται ὡς ἐπὶ τὴν Μωαβῖτιν σωθησόμενοι, ἦσαν δὲ ὑπὲρ μυρίους. καὶ Ἰσραηλῖται προκατειληφότες τοῦ Ἰορδάνου τὴν διάβασιν διώκοντες ἔκτεινον καὶ κατὰ τὴν διάβασιν πολλοὺς αὐτῶν ἀναιροῦσι, διέφυγέ τε οὐδεὶς τὰς χεῖρας αὐτῶν. [197] καὶ οἱ μὲν Ἑβραῖοι τούτῳ τῷ τρόπῳ τῆς ὑπὸ τοῖς Μωαβίταις δουλείας ἀπηλλάγησαν, Ἰούδης δ᾽ ἐκ τῆς αἰτίας ταύτης τιμηθεὶς τῇ τοῦ πλήθους παντὸς ἡγεμονίᾳ τελευτᾷ τὴν ἀρχὴν ἔτεσιν ὀγδοήκοντα κατασχών, ἀνὴρ καὶ δίχα τῆς προειρημένης πράξεως ἐπαίνου δίκαιος τυγχάνειν. καὶ μετὰ τοῦτον Σαάγαρος Ἀνάθου παῖς αἱρεθεὶς ἄρχειν ἐν τῷ πρώτῳ τῆς ἀρχῆς ἔτει κατέστρεψε τὸν βίον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: