previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[267]

Τῆς δ᾽ Ἐφράνου φυλῆς ἐπ᾽ αὐτὸν στρατευσάσης, ὅτι μὴ κοινώσαιτο τὴν ἐπ᾽ Ἀμμανίτας ἔλασιν αὐτοῖς, ἀλλὰ μόνος καὶ τὴν λείαν ἔχοι καὶ τὴν ἐπὶ τοῖς πεπραγμένοις δόξαν, πρῶτον μὲν ἔλεγεν, ὡς οὔτε λάθοιεν αὐτοὺς οἱ συγγενεῖς πολεμούμενοι καλούμενοί τε πρὸς συμμαχίαν οὐ παρεγένοντο δέον καὶ πρὸ δεήσεως ἐγνωκότας ἐπειχθῆναι, [268] ἔπειθ᾽ ὡς ἄδικα πράττειν ἐπιχειροῦσι τοῖς πολεμίοις οὐ τολμήσαντες εἰς χεῖρας ἐλθεῖν, ἐπὶ δὲ τοὺς συγγενεῖς ὡρμηκότες: ἠπείλει τε σὺν τῷ θεῷ λήψεσθαι δίκην παρ᾽ αὐτῶν, ἂν μὴ σωφρονῶσιν. [269] ὡς δ᾽ οὐκ ἔπειθεν, ἀλλὰ συνέβαλεν αὐτοῖς ἐλθοῦσι μετὰ στρατιᾶς, μετάπεμπτος ἐκ τῆς Γαλαδηνῆς ἐληλύθει, φόνον τε πολὺν αὐτῶν εἰργάσατο καὶ διώκων τραπέντας προλαβὼν μέρει τινὶ προαπεσταλμένῳ τοῦ Ἰορδάνου τὰς διαβάσεις κτείνει περὶ δισχιλίους καὶ τετρακισμυρίους γεγονότας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: