previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[235]

Καί ποτε δημοτελοῦς Σικίμοις οὔσης ἑορτῆς καὶ τοῦ πλήθους παντὸς ἐκεῖ συνειλεγμένου ἀδελφὸς αὐτοῦ Ἰωθάμης, ὃν καὶ διαφυγεῖν ἔφαμεν, ἀνελθὼν ἐπὶ τὸ ὄρος τὸ Γαριζείν, ὑπέρκειται δὲ τῆς Σικιμίων πόλεως, ἐκβοήσας εἰς ἐπήκοον τοῦ πλήθους ἡσυχίαν αὐτῷ παρασχόντος ἠξίου μαθεῖν τὰ ὑπ᾽ αὐτοῦ λεγόμενα. [236] γενομένης δὲ σιγῆς εἶπεν, ὡς τὰ δένδρα φωνὴν ἀνθρώπειον προϊέμενα συνόδου γενομένης αὐτῶν δεηθείη συκῆς ἄρχειν αὐτῶν. ἀρνησαμένης δ᾽ ἐκείνης διὰ τὸ τιμῆς τῆς ἐπὶ τοῖς καρποῖς οἰκείας οὔσης ἀπολαύειν οὐχ ὑπ᾽ ἄλλων ἔξωθεν προσγινομένης, τὰ δένδρα τῆς ἐπὶ τῷ ἄρχεσθαι φροντίδος οὐκ ἀπελείπετο, ἐδόκει δ᾽ αὐτοῖς ἀμπέλῳ τὴν τιμὴν παρασχεῖν. [237] καὶ ἄμπελος χειροτονουμένη τοῖς τῆς συκῆς χρησαμένη λόγοις παρῃτεῖτο τὴν ἀρχήν. τὸ δ᾽ αὐτὸ καὶ τῶν ἐλαιῶν ποιησαμένων ῥάμνος, ἐδεήθη γὰρ αὐτῆς ὥστε παραλαβεῖν τὴν βασιλείαν τὰ δένδρα, [238] πυρεῖα δὲ ἀγαθὴ παρασχεῖν τῶν ξύλων ἐστίν, ὑπισχνεῖται τὴν ἀρχὴν ἀναλήψεσθαι καὶ ἀόκνως ἔχειν. δεῖ μέντοι συνιζάνειν αὐτὰ ὑπὸ τὴν σκιάν, εἰ δ᾽ ὄλεθρον ἐπ᾽ αὐτῇ φρονοῖεν, ὑπὸ τοῦ ἐνόντος πυρὸς διαφθαρεῖεν. [239] ταῦτα δ᾽ οὐ γέλωτος ἕνεκα, φησί, λέγω, ὅτι δὲ πολλῶν ἀγαθῶν ἐκ Γεδεῶνος πεπειραμένοι περιορῶσιν Ἀβιμέλεχον ἐπὶ τῶν ὅλων ὄντα πραγμάτων σὺν αὐτῷ τοὺς ἀδελφοὺς ἀποκτείναντες, ὃν πυρὸς οὐδὲν διοίσειν. καὶ μὲν ταῦτα εἰπὼν ὑπεχώρησε καὶ διῃτᾶτο λανθάνων ἐν τοῖς ὄρεσι δεδιὼς ἐπ᾽ ἔτη τρία τὸν Ἀβιμέλεχον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: