previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[323]

Ἐλθοῦσαν δὲ Ῥούθην μετὰ τῆς πενθερᾶς εἰς τὴν Βηθλεέμων Βοώζης Ἀβιμελέχου συγγενὴς ὢν δέχεται ξενίᾳ. καὶ Ναάμις, προσαγορευόντων αὐτὴν ὀνομαστί, δικαιότερον εἶπε Μαρὰν καλεῖτέ με: σημαίνει δὲ καθ᾽ Ἑβραίων γλῶτταν ναάμις μὲν εὐτυχίαν, μαρὰ δὲ ὀδύνην. [324] ἀμήτου δὲ γενομένου ἐξῄει καλαμησομένη κατὰ συγχώρησιν τῆς πενθερᾶς Ῥούθη, ὅπως τροφῆς εὐποροῖεν, καὶ εἰς τὸ Βοώζου τυχαίως ἀφικνεῖται χωρίον. παραγενόμενος δὲ Βόαζος μετ᾽ ὀλίγον καὶ θεασάμενος τὴν κόρην ἀνέκρινε τὸν ἀγροκόμον περὶ τῆς παιδός. δὲ μικρὸν ἔμπροσθεν παρ᾽ αὐτῆς ἅπαντα προπεπυσμένος ἐδήλου τῷ δεσπότῃ. [325] δὲ τῆς περὶ τὴν πενθερὰν εὐνοίας ἅμα καὶ μνήμης τοῦ παιδὸς αὐτῆς συνῴκησεν ἀσπασάμενος καὶ εὐξάμενος αὐτῇ πεῖραν ἀγαθῶν καλαμᾶσθαι μὲν αὐτὴν οὐκ ἠξίωσεν, θερίζειν δὲ πᾶν τι καὶ δύναιτο καὶ λαμβάνειν ἐπιτρέπει προστάξας τῷ ἀγροκόμῳ μηδὲν αὐτὴν διακωλύειν λαμβάνειν, ἄριστόν τε παρέχειν αὐτῇ καὶ ποτόν, ὁπότε σιτίζοι τοὺς θερίζοντας. [326] Ῥούθη δὲ ἄλφιτα λαβοῦσα παρ᾽ αὐτοῦ ἐφύλαξε τῇ ἑκυρᾷ καὶ παρῆν ὀψὲ κομίζουσα μετὰ τῶν σταχύων: ἐτετηρήκει δ᾽ αὐτῇ καὶ Ναάμις ἀπομοίρας βρωμάτων τινῶν, οἷς αὐτὴν ἐπολυώρουν οἱ γειτονεύοντες: διηγεῖται δὲ αὐτῇ καὶ τὰ παρὰ τοῦ Βοάζου πρὸς αὐτὴν εἰρημένα. [327] δηλωσάσης δ᾽ ἐκείνης ὡς συγγενής ἐστι καὶ τάχα ἂν δι᾽ εὐσέβειαν προνοήσειεν αὐτῶν, ἐξῄει πάλιν ταῖς ἐχομέναις ἡμέραις ἐπὶ καλάμης συλλογὴν σὺν ταῖς Βοάζου θεραπαινίσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: