previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[297]

Σαμψὼν δὲ πολλοὺς ἐν τῷ πεδίῳ τῶν Παλαιστίνων ἀποκτείνας Αἰτὰν κατῴκει, πέτρα δ᾽ ἐστὶν ὀχυρὰ τῆς Ἰούδα φυλῆς. Παλαιστῖνοι δ᾽ ἐστράτευον ἐπὶ τὴν φυλήν. τῶν δ᾽ οὐ δικαίως λεγόντων τιμωρίαν αὐτοὺς εἰσπράττεσθαι περὶ τῶν Σαμψῶνος ἁμαρτημάτων φόρους αὐτοὺς τελοῦντας, εἰ βούλονται μὴ ἔχειν αἰτίαν ἔφασαν αὐτοῖς ὑποχείριον Σαμψῶνα δοῦναι. [298] οἱ δὲ ἀνεπίκλητοι βουλόμενοι τυγχάνειν παρῆσαν ἐπὶ τὴν πέτραν τρισχίλιοι ὁπλῖται καὶ καταμεμψάμενοι τῶν εἰς Παλαιστίνους αὐτῷ τετολμημένων ἄνδρας ἅπαντι τῷ γένει τῶν Ἑβραίων συμφορὰν ἐπενεγκεῖν δυναμένους, ἥκειν τε λέγοντες ὅπως αὐτὸν λαβόντες ὑποχείριον δῶσιν αὐτοῖς ἠξίουν ἑκοντὶ τοῦθ᾽ ὑπομένειν. [299] δὲ λαβὼν ὅρκους παρ᾽ αὐτῶν μηδὲν τούτων ποιήσειν περισσότερον ἀλλὰ τοῖς ἐχθροῖς ἐγχειριεῖν μόνον, καταβὰς ἐκ τῆς πέτρας αὑτὸν ἐν τῇ τῶν φυλετῶν τίθησιν ἐξουσίᾳ, κἀκεῖνοι δήσαντες αὐτὸν δυσὶ καλωδίοις ἦγον παραδοῦναι τοῖς Παλαιστίνοις. [300] καὶ γενομένων κατὰ χωρίον, Σιαγὼν καλεῖται νῦν διὰ τὴν Σαμψῶνος ἀνδραγαθίαν ἐπ᾽ αὐτῷ γενομένην, πάλαι δ᾽ ἦν ἀνώνυμον, οὐκ ἄπωθεν ἐστρατοπεδευκότων τῶν Παλαιστίνων, ἀλλ᾽ ὑπαντώντων μετὰ χαρᾶς καὶ βοῆς ὡς ἐπὶ κατωρθωμένοις οἷς ἐβούλοντο, διαρρήξας τὰ δεσμὰ Σαμψὼν ἁρπασάμενος ὄνου σιαγόνα παρὰ ποσὶν οὖσαν εἰς τοὺς πολεμίους ὤσατο καὶ παίων αὐτοὺς τῇ σιαγόνι κτείνει εἰς χιλίους, τοὺς δὲ ἄλλους τρέπεται ταραχθέντας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: