previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[45]

Ἦν δέ τις ἐκ τῆς Βενιαμίτιδος φυλῆς ἀνὴρ εὖ γεγονὼς καὶ ἀγαθὸς τὸ ἦθος, Κεὶς ὄνομα: τούτῳ παῖς ὑπῆρχεν, ἦν δὲ νεανίας τὴν μορφὴν ἄριστος καὶ τὸ σῶμα μέγας τό τε φρόνημα καὶ τὴν διάνοιαν ἀμείνων τῶν βλεπομένων: Σαοῦλον αὐτὸν ἐκάλουν. [46] οὗτος Κείς, ὄνων αὐτῷ ἐκ τῆς νομῆς καλῶν ἀποπλανηθεισῶν, ἥδετο γὰρ αὐταῖς ὡς οὐκ ἄλλῳ τινὶ τῶν κτημάτων, τὸν υἱὸν μεθ᾽ ἑνὸς θεράποντος ἐπὶ ζήτησιν τῶν κτηνῶν ἐξέπεμψεν: δ᾽ ἐπεὶ τὴν πάτριον περιῆλθε φυλὴν εἰς τὰς ἄλλας ἀφίκετο, οὐδ᾽ ἐν ταύταις δ᾽ ἐπιτυχὼν ἀπιέναι διεγνώκει, μὴ ποιήσῃ περὶ αὑτοῦ τῷ πατρὶ λοιπὸν φροντίδα. [47] τοῦ δ᾽ ἑπομένου θεράποντος ὡς ἐγένοντο κατὰ τὴν Ἁραμαθὰ πόλιν εἶναι προφήτην ἐν αὐτῇ φήσαντος ἀληθῆ καὶ πρὸς αὐτὸν βαδίζειν συμβουλεύσαντος, γνώσεσθαι γὰρ παρ᾽ αὐτοῦ τὸ περὶ τῶν ὄνων τέλος, οὐθὲν ἔχειν πορευθέντας εἶπεν ἀντὶ τῆς προφητείας παράσχωσιν αὐτῷ: κεκενῶσθαι γὰρ ἤδη τῶν ἐφοδίων. [48] τοῦ δ᾽ οἰκέτου τέταρτον αὐτῷ παρεῖναι σίκλου φήσαντος καὶ τοῦτο δώσειν, ὑπὸ γὰρ ἀγνοίας τοῦ μὴ λαμβάνειν τὸν προφήτην μισθὸν ἐπλανῶντο, παραγίνονται καὶ πρὸς ταῖς πύλαις παρατυγχάνοντες παρθένοις ἐφ᾽ ὕδωρ βαδιζούσαις ἐρωτῶσιν αὐτὰς τοῦ προφήτου τὴν οἰκίαν. αἱ δὲ σημαίνουσι καὶ σπεύδειν παρεκελεύσαντο πρὶν αὐτὸν εἰς τὸ δεῖπνον κατακλιθῆναι: πολλοὺς γὰρ ἑστιᾶν καὶ προκατακλίνεσθαι τῶν κεκλημένων. [49] δὲ Σαμουῆλος διὰ τοῦτο πολλοὺς ἐπὶ τὴν ἑστίαν τότε συνήγαγε: δεομένῳ γὰρ κατὰ πᾶσαν ἡμέραν αὐτῷ τοῦ θεοῦ προειπεῖν τίνα ποιήσει βασιλέα τῇ παρελθούσῃ τοῦτον μηνύσαντος, πέμψειν γὰρ αὐτός τινα νεανίσκον ἐκ τῆς Βενιαμίτιδος φυλῆς κατὰ τήνδε τὴν ὥραν, αὐτὸς μὲν ἐπὶ τοῦ δώματος καθεζόμενος ἐξεδέχετο τὸν καιρὸν γενέσθαι, πληρωθέντος δ᾽ αὐτοῦ καταβὰς ἐπὶ τὸ δεῖπνον ἐπορεύετο. [50] συναντᾷ δὲ τῷ Σαούλῳ καὶ θεὸς αὐτῷ σημαίνει τοῦτον εἶναι τὸν ἄρξειν μέλλοντα. Σαοῦλος δὲ πρόσεισι τῷ Σαμουήλῳ καὶ προσαγορεύσας ἐδεῖτο μηνύειν τὴν οἰκίαν τοῦ προφήτου: ξένος γὰρ ὢν ἀγνοεῖν ἔφασκε. [51] τοῦ δὲ Σαμουήλου αὐτὸν εἶναι φράσαντος καὶ ἄγοντος ἐπὶ τὸ δεῖπνον, ὡς τῶν ὄνων ἐφ᾽ ὧν τὴν ζήτησιν ἐκπεμφθείη σεσωσμένων τά τε πάντα ἀγαθὰ ἔχειν αὐτῷ κεκυρωμένα, προστυχώνἀλλ᾽ ἥττων, εἶπεν, ἐγὼ, δέσποτα, ταύτης τῆς ἐλπίδος καὶ φυλῆς μικροτέρας βασιλέας ποιεῖν καὶ πατριᾶς ταπεινοτέρας τῶν ἄλλων πατριῶν. σὺ δὲ παίζεις καὶ γέλωτά με τίθεσαι περὶ μειζόνων κατὰ τὴν ἐμὴν χώραν διαλεγόμενος.’ [52] δὲ προφήτης ἀγαγὼν αὐτὸν ἐπὶ τὴν ἑστίαν κατακλίνει καὶ τὸν ἀκόλουθον ἐπάνω τῶν κεκλημένων: οὗτοι δ᾽ ἦσαν ἑβδομήκοντα τὸν ἀριθμόν: προστάσσει δὲ τοῖς διακόνοις παραθεῖναι τῷ Σαούλῳ μερίδα βασιλικήν. ἐπεὶ δὲ κοίτης ὥρα προσῆγεν οἱ μὲν ἀναστάντες ἀπελύοντο πρὸς αὑτοὺς ἕκαστοι, δὲ Σαοῦλος παρὰ τῷ προφήτῃ σὺν τῷ θεράποντι κατεκοιμήθη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: