previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[16]

Ὀργὴ δὲ καὶ χόλος τοῦ θεοῦ μέτεισιν ἑβδομήκοντα τῶν ἐκ τῆς Βήθης κώμης, οὓς οὐκ ὄντας ἀξίους ἅψασθαι τῆς κιβωτοῦ, ἱερεῖς γὰρ οὐκ ἦσαν, καὶ προσελθόντας αὐτῇ βαλὼν ἀπέκτεινεν. ἔκλαυσαν δὲ ταῦτα παθόντας αὐτοὺς οἱ κωμῆται, καὶ πένθος ἐπ᾽ αὐτοῖς ἤγειραν οἷον εἰκὸς ἐπὶ θεοπέμπτῳ κακῷ καὶ τὸν ἴδιον ἕκαστος ἀπεθρήνει: [17] τοῦ τε μένειν τὴν κιβωτὸν παρ᾽ αὐτοῖς ἀναξίους ἀποφαίνοντες αὑτοὺς καὶ πρὸς τὸ κοινὸν τῶν Ἑβραίων πέμψαντες ἐδήλουν ἀποδεδόσθαι τὴν κιβωτὸν ὑπὸ τῶν Παλαιστίνων. κἀκεῖνοι γνόντες τοῦτο ἀποκομίζουσιν αὐτὴν εἰς Καριαθιαρεὶμ γείτονα πόλιν τῆς Βήθης κώμης. [18] ἔνθα τινὸς Λευΐτου τὸ γένος Ἀμιναδάβου δόξαν ἔχοντος ἐπὶ δικαιοσύνῃ καὶ θρησκείᾳ καταβιοῦντος εἰς οἰκίαν τὴν κιβωτὸν ἤγαγον, ὥσπερ εἰς πρέποντα τῷ θεῷ τόπον ἐν κατῴκει δίκαιος ἄνθρωπος. ἐθεράπευον δὲ τὴν κιβωτὸν οἱ τούτου παῖδες καὶ τῆς ἐπιμελείας ταύτης ἕως ἐτῶν εἴκοσι προέστησαν: τοσαῦτα γὰρ ἔμεινεν ἐν τῇ Καριαθιαρεὶμ ποιήσασα παρὰ τοῖς Παλαιστίνοις μῆνας τέσσαρας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), KIRJATH
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: