previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[262]

Σαοῦλος δὲ βασιλεὺς ὠμὸν οὕτως ἔργον διαπραξάμενος καὶ γενεὰν ὅλην ἀρχιερατικῆς ἀποσφάξας τιμῆς καὶ μήτ᾽ ἐπὶ νηπίοις λαβὼν οἶκτον μήτ᾽ ἐπὶ γέρουσιν αἰδῶ, καταβαλὼν δὲ καὶ τὴν πόλιν, ἣν πατρίδα καὶ τροφὸν τῶν ἱερέων καὶ προφητῶν αὐτόθι τὸ θεῖον ἐπελέξατο καὶ μόνην εἰς τὸ τοιούτους φέρειν ἄνδρας ἀπέδειξε, μαθεῖν ἅπασι παρέσχε καὶ κατανοῆσαι τὸν ἀνθρώπινον τρόπον, [263] ὅτι μέχρις οὗ μέν εἰσιν ἰδιῶταί τινες καὶ ταπεινοὶ τῷ μὴ δύνασθαι χρῆσθαι τῇ φύσει μηδὲ τολμᾶν ὅσα θέλουσιν ἐπιεικεῖς εἰσι καὶ μέτριοι καὶ μόνον διώκουσι τὸ δίκαιον, καὶ πρὸς αὐτῷ τὴν πᾶσαν εὔνοιάν τε καὶ σπουδὴν ἔχουσι τότε, καὶ περὶ τοῦ θείου πεπιστεύκασιν, ὅτι πᾶσι τοῖς γινομένοις ἐν τῷ βίῳ πάρεστι καὶ οὐ τὰ ἔργα μόνον ὁρᾷ τὰ πραττόμενα, ἀλλὰ καὶ τὰς διανοίας ἤδη σαφῶς οἶδεν, ἀφ᾽ ὧν μέλλει ταῦτα ἔσεσθαι: [264] ὅταν δὲ εἰς ἐξουσίαν παρέλθωσι καὶ δυναστείαν, τότε πάντ᾽ ἐκεῖνα μετεκδυσάμενοι καὶ ὥσπερ ἐπὶ σκηνῆς προσωπεῖα τὰ ἤθη καὶ τοὺς τρόπους ἀποθέμενοι μεταλαμβάνουσι τόλμαν ἀπόνοιαν καταφρόνησιν ἀνθρωπίνων τε καὶ θείων, [265] καὶ ὅτε μάλιστα δεῖ τῆς εὐσεβείας αὐτοῖς καὶ τῆς δικαιοσύνης ἔγγιστα τοῦ φθονεῖσθαι γεγενημένοις καὶ πᾶσι φανεροῖς ἐφ᾽ οἷς ἂν νοήσωσιν πράξωσι καθεστῶσι, τόθ᾽ ὡς οὐκέτι βλέποντος αὐτοὺς τοῦ θεοῦ διὰ τὴν ἐξουσίαν δεδιότος οὕτως ἐμπαροινοῦσι τοῖς πράγμασιν. [266] δ᾽ ἂν φοβηθῶσιν ἀκούσαντες μισῶσι θελήσαντες στέρξωσιν ἀλόγως, ταῦτα κύρια καὶ βέβαια καὶ ἀληθῆ καὶ ἀνθρώποις ἀρεστὰ καὶ τῷ θεῷ δοκοῦσι, τῶν δὲ μελλόντων λόγος αὐτοῖς οὐδὲ εἷς: [267] ἀλλὰ τιμῶσι μὲν τοὺς πολλὰ ταλαιπωρήσαντας, τιμήσαντες δὲ φθονοῦσι, καὶ παραγαγόντες εἰς ἐπιφάνειαν οὐ ταύτης ἀφαιροῦνται μόνον τοὺς τετυχηκότας, ἀλλὰ διὰ ταύτην καὶ τοῦ ζῆν ἐπὶ πονηραῖς αἰτίαις καὶ δι᾽ ὑπερβολὴν αὐτῶν ἀπιθάνοις: κολάζουσι δ᾽ οὐκ ἐπ᾽ ἔργοις δίκης ἀξίοις, ἀλλ᾽ ἐπὶ διαβολαῖς καὶ κατηγορίαις ἀβασανίστοις, οὐδ᾽ ὅσους ἔδει τοῦτο παθεῖν, ἀλλ᾽ ὅσους ἀποκτεῖναι δύνανται. [268] τοῦτο Σαοῦλος ἡμῖν Κείσου παῖς, πρῶτος μετὰ τὴν ἀριστοκρατίαν καὶ τὴν ἐπὶ τοῖς κριταῖς πολιτείαν Ἑβραίων βασιλεύσας, φανερὸν πεποίηκε τριακοσίους ἀποκτείνας ἱερέας καὶ προφήτας ἐκ τῆς πρὸς Ἀβιμέλεχον ὑποψίας, ἐπικαταβαλὼν δὲ αὐτοῖς καὶ τὴν πόλιν καὶ τὸν ἐν τρόπῳ τινὶ ναὸν σπουδάσας ἱερέων καὶ προφητῶν ἔρημον καταστῆσαι τοσούτους μὲν ἀνελών, μεῖναι δ᾽ ἐάσας οὐδὲ τὴν πατρίδα αὐτῶν πρὸς τὸ καὶ μετ᾽ ἐκείνους ἄλλους γενέσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: