previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[306]

Ταῦτ᾽ εἰπὼν ἀπολύει τὴν γυναῖκα: δ᾽ εἰς τὸν οἶκον ἐλθοῦσα καὶ καταλαβοῦσα τὸν ἄνδρα μετὰ πολλῶν εὐωχούμενον καὶ κεκαρωμένον ἤδη τότε μὲν οὐδὲν τῶν γεγενημένων διεσάφει, τῇ δὲ ἐπιούσῃ νήφοντι ἅπαντα δηλώσασα παρεθῆναι καὶ πᾶν αὐτῷ νεκρωθῆναι τὸ σῶμα ὑπὸ τῶν λόγων καὶ τῆς ἐπ᾽ αὐτοῖς λύπης ἐποίησε: καὶ δέκα οὐ πλείους ἐπιζήσας ἡμέρας τὸν βίον κατέστρεψεν Νάβαλος. [307] ἀκούσας δ᾽ αὐτοῦ τὴν τελευτὴν Δαυίδης ἐκδικηθῆναι μὲν αὑτὸν ὑπὸ τοῦ θεοῦ καλῶς ἔλεγεν: ἀποθανεῖν γὰρ Νάβαλον ὑπὸ τῆς ἰδίας πονηρίας καὶ δοῦναι δίκην αὐτῷ καθαρὰν ἔχοντι τὴν δεξιάν: ἔγνω δὲ καὶ τότε τοὺς πονηροὺς ἐλαυνομένους ὑπὸ τοῦ θεοῦ μηδενὸς τῶν ἐν ἀνθρώποις ὑπερορῶντος, διδόντος δὲ τοῖς μὲν ἀγαθοῖς τὰ ὅμοια, τοῖς δὲ πονηροῖς ὀξεῖαν ἐπιφέροντος τὴν ποινήν. [308] πέμψας δ᾽ αὐτοῦ πρὸς τὴν γυναῖκα συνοικήσουσαν καὶ γαμηθησομένην ἐκάλει πρὸς αὑτόν: δὲ ἀναξία μὲν εἶναι καὶ ποδῶν ἅψασθαι τῶν ἐκείνου πρὸς τοὺς παρόντας ἔλεγεν, ὅμως δὲ μετὰ πάσης τῆς θεραπείας ἧκε. καὶ συνῴκησε μὲν αὐτῷ ταύτην λαβοῦσα τὴν τιμὴν καὶ διὰ τὸ τὸν τρόπον σώφρονα εἶναι καὶ δίκαιον, τυχοῦσα δ᾽ αὐτῆς καὶ διὰ τὸ κάλλος. [309] εἶχε δὲ Δαυίδης γυναῖκα πρότερον, ἣν ἐξ Ἀβισάρου πόλεως ἔγημε: Μελχὰν δὲ τὴν Σαούλου τοῦ βασιλέως θυγατέρα τὴν γενομένην τοῦ Δαυίδου γυναῖκα πατὴρ τῷ Φελτίῳ υἱῷ Λίσου συνέζευξεν ἐκ πόλεως ὄντι Γεθλᾶς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: